Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὁ μὲν δὴ τὸ καίριον τραῦμα λαβὼν εὐθὺς ἐτεθνήκει, ὁ δὲ τὴν ἰγνύαν τετρωμένος οὐκέτι βέβαιος ἦν ἑστάναι, σκάζων δὲ καὶ τὰ πολλὰ τῷ θυρεῷ διερειδόμενος ἀντεῖχεν ὅμως ἔτι καὶ μετὰ τοῦ περιλειπομένου τῶν ἀδελφῶν ἐπὶ τὸν ὑπομένοντα Ῥωμαῖον ἐχώρει, περιέστησάν τε αὐτὸν ὁ μὲν ἐξ ἐναντίας προσιών,
ὁ δὲ κατὰ νώτου. τῷ δὲ Ῥωμαίῳ δείσαντι μὴ κυκλωθεὶς πρὸς αὐτῶν εὐκατέργαστος γένηται δυσί τε μαχόμενος καὶ διχόθεν ἐπιοῦσιν, ἦν δὲ ἀκραιφνὴς ἔτι, λογισμὸς εἰσέρχεται διελεῖν τοὺς πολεμίους ἀπʼ ἀλλήλων καὶ χωρὶς ἑκατέρῳ μάχεσθαι. ῥᾷστα δὲ διαστήσειν αὐτοὺς ὑπελάμβανεν, εἰ δόξαν παράσχοι φυγῆς· οὐ γὰρ ὑπʼ ἀμφοτέρων διώξεσθαι τῶν Ἀλβανῶν, ἀλλʼ ὑφʼ ἑνός, ὁρῶν τὸν ἀδελφὸν οὐκέτι καρτερὸν τῶν ποδῶν. ταῦτα δὴ διανοηθεὶς ὡς εἶχε τάχους ἔφευγε καὶ συνέπεσεν αὐτῷ μὴ διαμαρτεῖν τῆς ἐλπίδος.
ὁ μὲν γὰρ ἕτερος τῶν Ἀλβανῶν οὐδεμίαν ἔχων πληγὴν καίριον ἐδίωκεν αὐτὸν ἐκποδός, ὁ δʼ ἐπιβαίνειν ἀδύνατος ὢν πολὺ τοῦ δέοντος ὑστέρει. ἔνθα δὴ τῶν Ἀλβανῶν τοῖς σφετέροις ἐγκελευομένων, τῶν δὲ Ῥωμαίων τὸν αὑτῶν ἀγωνιστὴν κακιζόντων καὶ τῶν μὲν δὴ παιανιζόντων τε καὶ στεφανουμένων ὡς
πεσούσης δὲ χαμαὶ τῆς χειρὸς ἅμα τῷ ξίφει μίαν ἔτι πληγὴν καίριον ἐξενέγκας ἀποκτείνει τὸν Ἀλβανόν, καὶ μετὰ τοῦτον ἐπὶ τὸν τελευταῖον ὠσάμενος ἡμιθνῆτα καὶ παρειμένον ἐπικατασφάττει. σκυλεύσας δὲ τοὺς τῶν ἀνεψιῶν νεκροὺς εἰς τὴν πόλιν ἠπείγετο πρῶτος ἀπαγγεῖλαι θέλων τὴν ἑαυτοῦ νίκην τῷ πατρί.
ἔδει δὲ ἄρα καὶ τοῦτον ἄνθρωπον ὄντα μὴ πάντα διευτυχεῖν, ἀλλʼ ἀπολαῦσαί τι τοῦ φθονεροῦ δαίμονος, ὃς αὐτὸν ἐκ μικροῦ μέγαν ἐν ὀλίγῳ θεὶς χρόνῳ καὶ εἰς ἐπιφάνειαν θαυμαστὴν καὶ παράδοξον ἐξάρας κατέβαλε φέρων αὐθημερὸν εἰς ἄχαριν συμφορὰν ἀδελφοκτόνον.
ὡς γὰρ ἐγγὺς ἐγένετο τῶν πυλῶν, ἄλλον τε ὄχλον ὁρᾷ παντοδαπὸν ἐκχεόμενον ἐκ τῆς πόλεως καὶ δὴ καὶ τὴν ἀδελφὴν προστρέχουσαν· διαταραχθεὶς δὲ κατὰ τὴν πρώτην ὄψιν, ὅτι καταλιποῦσα τὴν μετὰ μητρὸς οἰκουρίαν παρθένος ἐπίγαμος εἰς ὄχλον αὑτὴν ἔδωκεν ἀγνῶτα, καὶ πολλοὺς λαμβάνων λογισμοὺς ἀτόπους τελευτῶν ἐπὶ τοὺς ἐπιεικεῖς καὶ φιλανθρώπους ἀπέκλινεν, ὡς ἀσπάσασθαί τε
ἡ δὲ ἄρα οὐ τοὺς ἀδελφοὺς ποθοῦσα τὰς ἀσυνήθεις ἐτόλμησεν ἐξελθεῖν ὁδούς, ἀλλʼ ἔρωτι κρατουμένη τῶν ἀνεψιῶν ἑνός, ᾧ καθωμολόγητο ὑπὸ τοῦ πατρὸς ἐπὶ γάμῳ, καὶ κρύπτουσα τὸ πάθος ἀπόρρητον ἐπειδὴ δὲ τῶν ἀπὸ τοῦ στρατοπέδου τινὸς ἤκουσεν ἀπαγγέλλοντος τὰ περὶ τὴν μάχην, οὐκέτι κατέσχεν, ἀλλʼ ἐκλιποῦσα τὴν οἰκίαν ὥσπερ αἱ μαινάδες ἐφέρετο πρὸς τὰς πύλας οὐδὲν ἐπιστρεφομένη τῆς ἀνακαλούσης τε καὶ μεταδιωκούσης τροφοῦ.
ἔξω δὲ γενομένη τῆς πόλεως ὡς τὸν ἀδελφὸν εἶδε περιχαρῆ· τοὺς ἐπινικίους ἐπικείμενον στεφάνους, οἷς αὐτὸν ὁ βασιλεὺς ἀνέδησε, καὶ τοὺς ἑταίρους αὐτοῦ φέροντας τὰ τῶν πεφονευμένων σκῦλα, ἐν οἷς ἦν πέπλος ποικίλος, ὃν αὐτὴ μετὰ τῆς μητρὸς ἐξυφήνασα τῷ μνηστῆρι δῶρον εἰς τὸν μέλλοντα γάμον ἀπεστάλκει ʽποικίλους γὰρ ἔθος ἐστὶν ἀμφιέννυσθαι. πέπλους Λατίνων τοῖς μετιοῦσι τὰς νύμφασʼ, τοῦτον δὴ τὸν πέπλον θεασαμένη πεφυρμένον αἵματι τόν τε χιτῶνα κατερρήξατο καὶ ταῖς χερσὶν ἀμφοτέραις παίουσα τὸ στῆθος ἐθρήνει καὶ ἀνεκαλεῖτο τὸν ἀνεψιόν, ὥστε πολλὴν κατάπληξιν εἰσελθεῖν ἅπαντας ὅσοι κατὰ τὸν αὐτὸν ἦσαν τόπον.
ἀνακλαυσαμένη δὲ τὸν μόρον τοῦ μνηστῆρος ἀτενέσι τοῖς ὀφθαλμοῖς εἰς τὸν ἀδελφὸν ὁρᾷ καὶ λέγει· μιαρώτατε ἄνθρωπε, χαίρεις ἀποκτείνας τοὺς ἀνεψιοὺς κἀμὲ
κἀκεῖνος ὑπολαβών, φιλοῦντος, ἔφη, τὴν πατρίδα πολίτου καὶ τοὺς κακῶς αὐτῇ βουλομένους κολάζοντος, ἐάν τε ἀλλότριοι τύχωσιν αὐτῆς ὄντες, ἐάν τε οἰκεῖοι· ἐν οἷς τίθεμαι καὶ σέ, ἥτις ἑνὶ καιρῷ τὰ μέγιστα ἀγαθῶν τε καὶ κακῶν συμβεβηκότα ἡμῖν ἐπιγνοῦσα τήν τε νίκην τῆς πατρίδος, ἣν ὁ σὸς ἀδελφὸς ἐγὼ πάρειμι κατάγων, καὶ τὸν θάνατον τῶν ἀδελφῶν οὐκ ἐπὶ τοῖς ἀγαθοῖς, ὦ μιαρὰ σύ, τοῖς κοινοῖς τῆς πατρίδος χαίρεις οὔτʼ ἐπὶ ταῖς συμφοραῖς ταῖς ἰδίαις τῆς οἰκίας ἀλγεῖς, ἀλλʼ ὑπεριδοῦσα τῶν σεαυτῆς ἀδελφῶν τὸν τοῦ μνηστῆρος ἀνακλαίεις μόρον, οὐδʼ ὑπὸ τοῦ σκότους ἀποφθαρεῖσά που κατὰ μόνας, ἀλλʼ ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς, καί μοι τὴν ἀρετὴν καὶ τοὺς στεφάνους ὀνειδίζεις, ὦ ψευδοπάρθενε καὶ μισάδελφε καὶ ἀναξία τῶν προγόνων. ἐπειδὴ τοίνυν οὐ τοὺς ἀδελφοὺς πενθεῖς, ἀλλὰ τοὺς ἀνεψιούς, καὶ τὸ μὲν σῶμα ἐν τοῖς ζῶσιν ἔχεις, τὴν δὲ ψυχὴν παρὰ τῷ νεκρῷ, ἄπιθι πρὸς ἐκεῖνον ὃν ἀνακαλῇ καὶ μήτε τὸν πατέρα μήτε τοὺς ἀδελφοὺς
καταίσχυνε. ταῦτʼ εἰπὼν οὐκ ἐφύλαξεν ἐν τῷ μισοπονήρῳ τὸ μέτριον, ἀλλʼ ὡς εἶχεν ὀργῆς ὠθεῖ διὰ τῶν πλευρῶν αὐτῆς τὸ ξίφος, ἀποκτείνας δὲ τὴν ἀδελφὴν παρῆν ὡς τὸν πατέρα. οὕτω δὲ ἄρα μισοπόνηρα καὶ αὐθάδη τὰ τῶν τότε Ῥωμαίων ἤθη καὶ φρονήματα ἦν καί, εἴ τις αὐτὰ βούλοιτο παρὰ τὰ νῦν ἔργα καὶ τοὺς ἐφʼ ἡμῶν ἐξετάζειν βίους, ὠμὰ καὶ σκληρὰ καὶ τῆς θηριώδους οὐ πολὺ ἀπέχοντα φύσεως, ὥστε πάθος οὕτω δεινὸν ὁ πατὴρ ἀκούσας οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καλῶς καὶ προσηκόντως ὑπέλαβε τὸ πραχθὲν ἔχειν·