Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοῦτο δʼ ἔπραττε κατὰ λογισμὸν οὐκ ἀπεικότα, ὡς τὸ ἔργον ἐμαρτύρησε. Ῥωμαίους μὲν γὰρ οὐκ ἀνέξεσθαι τὰς ἁρπαγὰς ὑπελάμβανεν, ἀλλʼ ἐπὶ τὰ ὅπλα χωρή- σειν, αὑτῷ δʼ ἐξουσίαν ἔσεσθαι κατηγορεῖν αὐτῶν πρὸς τὸν δῆμον ὡς ἀρχόντων πολέμου, Ἀλβανῶν δὲ τοὺς πλείστους φθονοῦντας τοῖς ἀποίκοις τῆς εὐτυ- χίας δέξεσθαι τὰς διαβολὰς ἀσμένους καὶ τὸν κατʼ

αὐτῶν πόλεμον ἐξοίσειν, ὅπερ καὶ συνέβη. ἀγόντων γὰρ καὶ φερόντων ἀλλήλους τῶν κακουργοτάτων ἐξ ἑκατέρας πόλεως καὶ στρατιᾶς ποτε Ῥωμαϊκῆς ἐμβα- λούσης εἰς τὴν Ἀλβανῶν, ὑφʼ ἧς πολλοὶ τῶν λῃστῶν οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ συνελήφθησαν, συγκαλέ- σας τὸ πλῆθος εἰς ἐκκλησίαν ὁ Κλοίλιος, ἐν ᾗ πολλὴν ἐποιήσατο τῶν Ῥωμαίων κατηγορίαν, τραυματίας τε συχνοὺς ἐπιδεικνύμενος καὶ τοὺς προσήκοντας τοῖς ἡρπασμένοις ἢ τεθνηκόσι παράγων καὶ πλείω τῶν γεγονότων ἐπικαταψευδόμενος, πρεσβείαν πέμπειν πρῶτον ἐψηφίσατο δίκας αἰτήσουσαν τῶν γεγονότων· ἐὰν δὲ ἀγνωμονῶσι Ῥωμαῖοι τότε τὸν πόλεμον ἐπʼ αὐτοὺς ἐκφέρειν.

ἀφικομένων δὲ τῶν πρεσβευτῶν εἰς Ῥώμην ὑποπτεύσας ὁ Τύλλος, ὅτι δίκας αἰτήσοντες ἥκοιεν,

v.1p.272
αὐτὸς τοῦτο ποιῆσαι πρότερος ἔγνω περιστῆσαι βουλόμενος εἰς ἐκείνους τὴν αἰτίαν τοῦ λύειν τὰ πρὸς τὴν ἀποικίαν συγκείμενα. συνθῆκαι γὰρ ἦσαν ταῖς πόλεσιν ἐπὶ Ῥωμύλου γενόμεναι τά τε ἄλλα ἔχουσαι δίκαια καὶ ἵνα μηδετέρα πολέμου ἄρχῃ· ἡ δʼ ἐγκαλοῦσα ὅ τι δή ποτε ἀδίκημα δίκας αἰτοῖ παρὰ τῆς ἀδικούσης, εἰ δὲ μὴ τυγχάνοι τότε τὸν ἐξ ἀνάγκης ἐπιφέροι πόλεμον, ὡς λελυμένων ἤδη τῶν σπονδῶν.

φυλαττόμενος δὲ τὸ μὴ προτέρους αἰτηθέντας δίκας Ῥωμαίους ἀντειπεῖν, ἔπειτα ὑπαιτίους Ἀλβανοῖς γενέσθαι, προσέταξε τοῖς ἐπιφανεστάτοις τῶν ἑαυτοῦ φίλων τοὺς Ἀλβανῶν πρέσβεις ξενίζειν ἁπάσῃ φιλοφροσύνῃ καὶ κατέχειν ἔνδον παρʼ ἑαυτοῖς· αὐτὸς δʼ ἐν ἀσχολίαις εἶναι τισὶν ἀναγκαίοις σκηψάμενος διεκρούσατο