Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τοσαῦτα τοῦ Φουφεττίου λέξαντος καὶ πάντων τὴν γνώμην ἐπαινεσάντων ʽἔτυχον δὲ Ῥωμαίων τε καὶ Ἀλβανῶν οἱ κράτιστοι παρόντες ἀμφοτέροισʼ μικρὸν ἐπισχὼν ὁ Τύλλος λέγει· τὰ μὲν ἄλλα ὀρθῶς ἐπιλελογίσθαι μοι δοκεῖς, ὦ Φουφέττιε· θαυμαστὴ γάρ τις ἡ τὴν οὐδέποτε συμβᾶσαν ὁμοιογένειαν ἐν ἀμφοτέραις ταῖς πόλεσιν ἐπὶ τῆς ἡμετέρας γενεᾶς ἐξενέγκασα τύχη· ἓν δʼ ἀγνοεῖν ἔοικας, ὃ πολὺν παρέξει τοῖς νεανίσκοις ὄκνον, ἐὰν ἀξιῶμεν αὐτοὺς ἀλλήλοις χωρεῖν διὰ μάχης.
ἡ γὰρ Ὁρατίων μήτηρ τῶν ἡμετέρων ἀδελφὴ τῆς Κορατίων μητρός ἐστι τῶν Ἀλβανῶν, καὶ τέθραπται τὰ μειράκια ἐν τοῖς ἀμφοτέρων τῶν γυναικῶν κόλποις ἀσπάζονταί τʼ ἀλλήλους καὶ φιλοῦσιν οὐχ ἧττον ἢ πολλοὶ τοὺς ἑαυτῶν ἀδελφούς. ὅρα δὴ μή ποτε οὐδʼ ὅσιον ᾖ τούτοις ἀναδιδόναι τὰ ὅπλα καὶ καλεῖν αὐτοὺς ἐπὶ τὸν κατʼ ἀλλήλων φόνον ἀνεψιοὺς καὶ συντρόφους ὄντας. τὸ γὰρ ἐμφύλιον ἄγος, ἐὰν ἀναγκασθῶσιν ἀλλήλους μιαιφονεῖν, εἰς ἡμᾶς ἐλεύσεται τοὺς ἀναγκάζοντας.