Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὁ δὲ Ἀλβανὸς τὸ μὲν ὀλίγοις σώμασι
τρεῖς δὲ ἄνδρας ἐπιλέκτους ἀφʼ ἑκατέρας πόλεως συνεβούλευεν ὑπὸ τὴν ἁπάντων ὄψιν Ἀλβανῶν τε καὶ Ῥωμαίων διαγωνίσασθαι. ἐπιτηδειότατον γὰρ εἶναι τόνδε τὸν ἀριθμὸν εἰς ἅπασαν ἀμφισβητουμένου πράγματος διαίρεσιν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχοντα ἐν ἑαυτῷ. ταύτῃ προσθεμένων τῇ γνώμῃ Ῥωμαίων τε καὶ Ἀλβανῶν ὅ τε σύλλογος διελύθη καὶ ἐπὶ τοὺς ἰδίους ἀπῄεσαν ἑκάτεροι χάρακας.
ἔπειτα καλέσαντες εἰς ἐκκλησίαν τὰς δυνάμεις ἀμφοτέρας οἱ στρατηγοὶ διεξῆλθον ἅ τε διελέχθησαν αὐτοὶ πρὸς ἀλλήλους καὶ ἐφʼ οἷς συνέθεντο καταλύσασθαι τὸν πόλεμον. ἐπικυρωσάντων δὲ τῶν στρατευμάτων ἀμφοτέρων κατὰ πολλὴν εὐδόκησιν τὰς τῶν στρατηγῶν ὁμολογίας, θαυμαστὴ μετὰ τοῦτο κατεῖχε φιλοτιμία καὶ λοχαγοὺς καὶ στρατιώτας πολλῶν πάνυ προθυμουμένων ἐξενέγκασθαι τὰ τῆς μάχης ἀριστεῖα καὶ οὐ λόγῳ σπουδαζόντων μόνον, ἀλλὰ καὶ ἔργῳ φιλοτιμίας ἀποδεικνυμένων, ὥστε χαλεπὴν