Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ταῦτα ἡμᾶς ἑκόντας δέχεσθαι. τελευταῖός μοι λόγος ἐστίν, ὅτι τῆς Ἀλβανῶν πόλεως οὐθὲν ἔτι παρακινεῖ μέρος τοῦ πολιτεύματος ὀκτωκαιδεκάτην ἤδη γενεὰν οἰκουμένης καὶ πάντα ἐν κόσμῳ τὰ συνήθη καὶ πάτρια ἐπιτελούσης, ἡ δʼ ὑμετέρα πόλις ἀδιακόσμητός ἐστιν ἔτι καὶ ἀδιάτακτος, ἅτε νεόκτιστος οὖσα καὶ ἐκ πολλῶν συμφορητὸς ἐθνῶν, ᾗ μακρῶν δεῖ χρόνων καὶ παθημάτων παντοδαπῶν, ἵνα καταρτισθῇ καὶ παύσηται ταραττομένη καὶ στασιάζουσα
τοιαῦτα τοῦ Φουφεττίου λέξαντος παραλαβὼν ὁ Τύλλος τὸν λόγον εἶπε· τὸ μὲν ἐκ φύσεως καὶ προγόνων ἀρετῆς δίκαιον, ὦ Φουφέττιε καὶ ὑμεῖς ἄνδρες Ἀλβανοί, κοινὸν ἀμφοτέροις ἡμῖν· τοὺς αὐτοὺς γὰρ εὐχόμεθα προγόνους ἑκάτεροι, ὥστε οὐδὲν δεῖ τούτου χάριν οὔτε πλέον ἡμῶν ἔχειν τοὺς ἑτέρους οὔτʼ ἔλαττον. τὸ δὲ ἄρχειν ἐκ παντὸς τῶν ἀποικιῶν τὰς μητροπόλεις ὡς ἀναγκαῖόν τι φύσεως νόμιμον οὔτε ἀληθὲς οὔτε δίκαιον ἠξιοῦτο ὑφʼ ὑμῶν·
πολλά γέ τοι φῦλά ἐστιν ἀνθρώπων, παρʼ οἷς αἱ μητροπόλεις οὐκ ἄρχουσιν ἀλλʼ ὑποτάττονται ταῖς ἀποικίαις. μέγιστον δὲ καὶ φανερώτατον τοῦ λόγου τοῦδε παράδειγμα ἡ Σπαρτιατῶν πόλις οὐ τῶν ἄλλων μόνον ἄρχειν ἀξιοῦσα Ἑλλήνων, ἀλλὰ καὶ τοῦ Δωρικοῦ γένους ὅθεν ἀπῳκίσθη. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; αὐτοὶ γὰρ ὑμεῖς οἱ τὴν ἡμετέραν πόλιν ἀποικίσαντες Λαουϊνιατῶν ἐστε ἄποικοι.
εἰ δὴ φύσεώς ἐστι νόμος ἄρχειν τῆς ἀποικίας τὴν μητρόπολιν, οὐκ ἂν φθάνοιεν ἀμφοτέροις ἡμῖν Λαουϊνιᾶται τὰ δίκαια τάττοντες; πρὸς μὲν δὴ τὸ πρῶτον ὑμῶν δικαίωμα καὶ πλείστην ἔχον εὐπροσωπίαν