Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὅτι Κλεινίας ὁ Κροτωνιάτης τύραννος ὢν ἀφείλετο τὴν ἐλευθερίαν ταῖς πόλεσι, φυγάδας ἀθροίσας ἐκ παντὸς τόπου καὶ δούλους ἐλευθερώσας· οἷς τὴν τυραννίδα κρατυνάμενος τοὺς ἐπιφανεστάτους Κροτωνιατῶν οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ἐξέβαλεν ἐκ τῆς πόλεως· Ἀναξίλας δὲ Ῥηγίνων τὴν ἀκρόπολιν κατελάβετο καὶ πάντα τὸν τοῦ βίου χρόνον κατασχὼν Λεόφρονι τῷ παιδὶ τὴν ἀρχὴν κατέλιπε. καὶ ἄλλοι ἀπὸ τούτων δυναστείας ἐν ταῖς πόλεσι κατασκευάσαν-
τες πάντα τὰ πράγματα διέφθειραν. ἡ δὲ τελευταία τε καὶ πασῶν μεγίστη κάκωσις ἁπάσαις ταῖς πόλεσιν ἡ Διονυσίου τυραννὶς ἐγένετο τοῦ κρατήσαντος Σικελίας. διέβη γὰρ εἰς Ἰταλίαν ἐπὶ Ῥηγίνους Λοκρῶν ἐπικαλεσαμένων, οἷς ἦσαν οἱ Ῥηγῖνοι διάφοροι· καὶ συνελθόντων ἐπʼ αὐτὸν Ἰταλιωτῶν δυνάμεσι μεγάλαις συνάψας μάχην ἀπέκτεινε συχνοὺς καὶ πόλεις αὐτῶν δύο κατὰ κράτος ἐξεῖλεν.
εἶτʼ αὖθις ἑτέραν ποιησάμενος διάβασιν Ἱππωνιεῖς ἀνέστησεν ἐκ τῆς ἑαυτῶν, οὓς ἀπήγαγεν εἰς Σικελίαν, καὶ Κροτωνιάτας ἐξεῖλε καὶ Ῥηγίνους καὶ διετέλεσεν ἔτη δώδεκα τούτων τυραννῶν τῶν πόλεων. ἔπειθʼ οἱ μὲν τὸν τύραννον δεδιότες τοῖς βαρβάροις αὑτοὺς ἐνεχείριζον, οἱ δʼ ὑπʼ ἐκείνων πολεμούμενοι τῷ τυράννῳ τὰς πόλεις παρεδίδοσαν· ὑφʼ ὅτου δὲ πάσχοιεν, ἀεὶ κακῶς δυσχεραίνοντες εὐρίπου δίκην τῇδε καὶ τῇδε πρὸς τὸ συντυχὸν ἐτράποντο. Vales.
ὅτι Πύρρος διέβη τὸ δεύτερον εἰς Ἰταλίαν οὐ χωρούντων αὐτῷ τῶν ἐν Σικελίᾳ πραγμάτων κατὰ νοῦν διὰ τὸ μὴ βασιλικὴν φανῆναι τὴν ἡγεμονίαν αὐτοῦ ταῖς ἐπιφανεστάταις πόλεσιν, ἀλλὰ δεσποτικήν. εἰσαχθεὶς γὰρ εἰς Συρακούσας ὑπό τε Σωσιστράτου τοῦ κρατοῦντος τῆς πόλεως τότε καὶ Θοίνωνος τοῦ φρουράρχου, παραλαβὼν παρʼ ἐκείνων τὰ χρήματα καὶ ναῦς χαλκεμβόλους ὁμοῦ τι διακοσίας καὶ πᾶσαν ὑφʼ ἑαυτῷ ποιησάμενος Σικελίαν πλὴν Λιλυβαίου πόλεως, ἣν ἔτι μόνην Καρχηδόνιοι κατεῖχον, εἰς αὐθάδειαν τυραννικὴν ἐτρέπετο. Vales. ετ συιδας ς. ϝ. Πύρρος.
φίλον ἦν. δίκας τε καὶ ἀμφισβητήσεις καὶ τὰς ἄλλας πολιτικὰς οἰκονομίας ἁπάσας τὰς μὲν αὐτὸς διῄτα, τὰς δὲ τοῖς περὶ τὴν αὐλὴν ἀναστρέφειν καὶ διακρίνειν ἀπεδίδου ἀνθρώποις οὐθὲν ἕτερον ὁρῶσιν ἢ ὅ τι μὴ κερδαίνειν καὶ καθηδυπαθεῖν τὰς εὐπορίας· καὶ διὰ ταῦτα πάντα βαρὺς ταῖς ὑποδεξαμέναις πόλεσι καὶ
μισητὸς ἦν. αἰσθόμενος δʼ ὑπούλως ἤδη πολλοὺς πρὸς ἑαυτὸν ἔχοντας εἴς τε τὰς πόλεις φρουρὰς εἰσῆγε πρόφασιν ποιούμενος τὸν ἀπὸ Καρχηδονίων πόλεμον καὶ τοὺς ἐπιφανεστάτους ἄνδρας ἐξ ἑκάστης πόλεως συλλαμβάνων ἀπέκτεινεν, ἐπιβουλὰς καὶ προδοσίας εὑρηκέναι ψευσάμενος· ἐν οἷς ἦν καὶ Θοίνων ὁ φρούραρχος, ὃς ὑπὸ πάντων ὡμολόγητο πλείστην σπουδὴν καὶ προθυμίαν εἴς τε τὴν διάβασιν αὐτῷ καὶ τὴν παράληψιν τῆς νήσου παρεσχῆσθαι· καὶ γὰρ ὑπήντησεν αὐτῷ ναυτικὸν στόλον ἄγων, καὶ τὴν ἐν ταῖς Συρακούσαις νῆσον, ἣν αὐτὸς ἐκράτει, παρέσχεν.
ἐπιχειρήσας δὲ καὶ Σωσίστρατον συλλαβεῖν διήμαρτε τῆς ἐλπίδος προαισθομένου τὴν ἐπιβουλὴν τοῦ ἀνδρὸς καὶ φυγόντος ἐκ τῆς πόλεως. ἀρξαμένων δὲ ταράττεσθαι
ὅτι ἀμηχανοῦντα τὸν Πύρρον καὶ πόρους παντοδαποὺς ἐπιζητοῦντα ὁρῶντες αὐτὸν οἱ κάκιστοι καὶ ἀνοσιώτατοι τῶν φίλων, Εὐήγορος Θεοδώρου καὶ Βάλακρος Νικάνδρου καὶ Δείναρχος Νικίου, τῶν ἀθέων καὶ ἐξαγίστων δογμάτων ζηλωταί, πόρον ὑποτίθενται χρημάτων ἀνοσίων, τοὺς ἱεροὺς ἀνοῖξαι τῆς Περσεφόνης θησαυρούς.