Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Δέκιος δὲ ἀντὶ φρουράρχου τύραννος ἐγεγόνει τῆς Ῥηγίνων πόλεως, καὶ λογιζόμενος, ὅτι δώσει Ῥωμαίοις ὧν ἔδρασε δίκας, Καμπανοῖς τοῖς κατέχουσι Μεσσήνην συμμαχίαν τίθεται μεγίστην ἰσχὺν τῶν ἐν Σικελίᾳ πόλεων ἔχουσι, καὶ τὴν πόλιν διὰ πολλῆς εἶχε φυλακῆς. εσξ.

v.4p.324

ἡ δὲ βουλὴ μαθοῦσα τὰ περὶ τοὺς Ῥηγίνους πάθη παρὰ τῶν διαφυγόντων τὸν ὄλεθρον οὐδὲ τὸν ἐλάχιστον ἀναμείνασα χρόνον ἀποστέλλει στρατιὰν νεοσύλλεκτον ἄγοντα ἑτέραν τὸν κατὰ πόλιν στρατηγόν.

φθάσασα δὲ τὴν Ῥωμαίων ἄφιξιν ἡ τοῦ δαιμονίου πρόνοια τὸν ἡγεμόνα τῆς φρουρᾶς Δέκιον ἀντὶ τῶν ἀνοσίων βουλευμάτων εἰς τὰ κυριώτατα τοῦ ζῆν ἐτιμωρήσατο μέρη, νόσον εἰς τοὺς ὀφθαλμοὺς ἐμβαλοῦσα δεινὰς περιωδυνίας φέρουσαν· ἣν ἰάσασθαι προθυμούμενος ἅνθρωπος ἐκ Μεσσήνης ἰατρὸν μεταπέμπεται, Δεξικράτην ὄνομα, πυνθανόμενος ἄριστον εἶναι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἰατρῶν, ἀγνοῶν δὲ ὅτι Ῥηγῖνος ἦν τὸ γένος· ὃς ἀφικόμενος εἰς τὸ Ῥήγιον ἐναλείφει τοὺς ὀφθαλμοὺς αὐτοῦ καυστικῷ φαρμάκῳ καὶ διακελευσάμενος ἀνέχεσθαι τὰς περιωδυνίας, ἕως ἂν ἀφίκηται, καταβὰς ἐπὶ θάλατταν εἰς τὸ παρεσκευασμένον πορθμεῖον ἐνέβη καὶ πρὶν αἰσθέσθαι τινὰ τὸ πραχθὲν εἰς Μεσσήνην ἀπέπλευσεν.

Δέκιος

v.4p.325
δὲ μέχρι μέν τινος ἐκκαιομένης τῆς ὁράσεως ἀλγηδόνας τε δεινὰς ὑπομένων ἠνείχετο τὸν ἰατρὸν προσδεχόμενος, ὡς δὲ πολὺς ἐγίγνετο ὁ χρόνος καὶ τὰς περιωδυνίας ἀδύνατος ἦν ἔτι φέρειν, σπογγίσας τὸ φάρμακον καὶ τοὺς ὀφθαλμοὺς ἀνοίξας ἔγνω τὰς ὄψεις ἐκκεκαυμένος καὶ τὸν ἐξ ἐκείνου χρόνον διέμεινε τυφλός· ἡμέρας τε ὀλίγας ἔτι περιενέγκας ὑποχείριος τοῖς Ῥωμαίοις γίγνεται συλληφθεὶς ὑπὸ τῶν ἰδίων.