Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἀρξαμένου δὲ τοῦ βασιλέως καὶ οἱ τῶν Ῥωμαίων ὕπατοι τοὺς ἑαυτῶν ἀνεκάλουν περὶ καταφορὰν ὄντος τοῦ ἡλίου καὶ διαβιβάσαντες τὸν ποταμὸν ἀπῆγον εἰς τὸν χάρακα συσκοτάζοντος ἤδη. ἡ δὲ τοῦ Πύρρου δύναμις ἀπολωλεκυῖα σκηνάς τε καὶ ὑποζύγια καὶ ἀνδράποδα καὶ τὴν ἀποσκευὴν ἅπασαν ἐπὶ μετεώρου τινὸς χώρου παρενέβαλεν, ἔνθα τὴν ἐπιοῦσαν νύκτα διήγαγεν ὑπαίθριος, ἀσκευής, ἀθεράπευτος, οὐδὲ τῆς ἀναγκαίας εὐποροῦσα τροφῆς, ὥστε καὶ διαφθαρῆναι συχνοὺς τραυματίας, οἷς ἐνῆν ἔτι σώζεσθαι βοηθείας τε καὶ κηδεμονίας μεταλαβοῦσιν. τοιούτου τέλους
ὅτι περὶ τὴν Ῥηγίνων πόλιν πάθος γίγνεται δεινόν, οἷον καὶ περὶ Μεσσήνην ἐγένετο τὴν ἐν Σικελίᾳ, μεγάλης φυλακῆς καὶ προνοίας ἄξιον ἁπάσαις ταῖς πόλεσιν, ἀνάγκη δὲ τὰς αἰτίας καὶ τὰς προφάσεις τῶν κατασχόντων αὐτὴν κακῶν προειπεῖν.
ὅτε Λευκανοὶ καὶ Βρέττιοι δυνάμεσι πολλαῖς ἐπὶ Θουρίους στρατεύσαντες τήν τε χώραν αὐτῶν ἐξεπόρθησαν καὶ τὴν πόλιν περιχαρακώσαντες ἐπολιόρκουν — ἐφʼ οὓς ἀπεστάλη Ῥωμαίων δύναμις, ἧς ἡγεῖτο Φαβρίκιος ὁ ὕπατος — φοβηθέντες οἱ Ῥηγῖνοι, μὴ καὶ ἐπὶ σφᾶς οἱ βάρβαροι Ῥωμαίων ἀπελθόντων στρατιὰν ἀποστείλωσι, καὶ τὴν Ταραντίνων πόλιν ἐν ὑποψίαις ἔχοντες ἐδεήθησαν τοῦ Φαβρικίου δύναμιν τῇ πόλει λιπεῖν πρὸς τὰς αἰφνιδίους τῶν βαρβάρων ἐπιδρομάς, καὶ εἴ τις ἐκ τῶν Ταραντίνων ἐπιβουλή σφισιν ἀπροσδόκητος γένοιτο. καὶ λαμβάνουσι Καμπανοὺς μὲν ὀκτακοσίους, Σιδικίνους δὲ τετρακοσίους, ὧν ἁπάντων ἡγεῖτο Δέκιος Καμπανὸς τὸ γένος.
οὗτος ὁ ἀνήρ, ὅτε κατάγοιτο παρὰ τοὺς ἐπιφανεστάτους τῶν ἐπιχωρίων ἑστιάσεις τε λαμπρὰς κατὰ τὴν φιλοφροσύνην τῶν ξένων ἑστιώμενος καὶ κατασκευὰς οἰκιῶν λαμπρὰς καὶ βαθυπλούτους
καὶ προσλαβὼν κοινωνὸν τῶν ἀπορρήτων βουλευμάτων τὸν γραμματέα, πανοῦργον ἄνδρα καὶ πάσης πονηρίας ἀρχιτέκτονα, πρὸς αὐτοῦ πάντας Ῥηγίνους ἀποκτεῖναι καὶ τὴν εὐδαιμονίαν αὐτῶν τὴν μὲν αὐτὸς κατασχεῖν, τὴν δὲ τοῖς στρατιώταις διελεῖν, λέγοντος, ὅτι Μεσσήνην ὀλίγῳ πρότερον εἷλον ... ὑφʼ οὗ πεισθεὶς καὶ τὸν τρόπον τῆς ἐπιχειρήσεως σὺν αὐτῷ βουλευσάμενος, τοὺς ταγματάρχας καὶ τοὺς ἐπιφανεστάτους τῶν στρατιωτῶν εἰς τὸ συνέδριον ἐκάλεσεν· δεηθεὶς δὲ ἁπάντων ἀπορρήτους φυλάξαι τοὺς λόγους κίνδυνον ἔφη μέγαν αὐτῷ ἐπικρεμασθῆναι πολλῆς πάνυ φυλακῆς καὶ ταχείας δεόμενον, ὡς τοῦ καιροῦ μὴ διδόντος ἀναστροφήν. πεπυσμένους γὰρ τὴν Πύρρου διάβασιν τοὺς ἐπιφανεστάτους Ῥηγίνων κρύφα διαπέμπεσθαι πρὸς αὐτὸν ὑπισχνουμένους κατασφάξειν τὴν φρουρὰν καὶ παραδώσειν ἐκείνῳ τὴν πόλιν.
ἔτι ταῦτα λέγοντος αὐτοῦ παρῆν τις ἐγκάθετος, αὐχμηρὸς ὡς ἐξ ὁδοῦ, γράμματα ὑπʼ αὐτοῦ Δεκίου κατεσκευασμένα κομίζων, ὡς παρὰ ξένου δή τινος ἰδίου, ἐν οἷς