Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

διὰ τοῦτο καὶ ὑπὸ Ῥωμαίων ἡττήθη ὁ Πύρρος κατὰ κράτος· οὐ γὰρ στρατιά τις φαύλη καὶ ἀνάσκητος ἦν αὐτῷ, ἀλλʼ ἡ κρατίστη τῶν τότε οὐσῶν ἐν Ἕλλησι καὶ πλείστους ἀγωνισαμένη πολέμους· οὐδὲ

v.4p.331
πλῆθος ἀνδρῶν τῶν τότε παραταξαμένων ὀλίγον, ἀλλʼ ὅσον καὶ τριπλάσιον εἶναι, οὐδὲ στρατηγὸς τῶν ἐπιτυχόντων τις, ἀλλʼ ὃν ἅπαντες ὁμολογοῦσι μέγιστον γενέσθαι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἀκμασάντων στρατηγῶν,

οὐδὲ τόπου φύσις ἄνισος οὔτʼ ἐπικουρίας τοῖς ἑτέροις ἄφιξις αἰφνίδιος οὔτʼ ἄλλη τις συμφορὰ καὶ πρόφασις ἀπροσδόκητος ἐπιπεσοῦσα συνέτριψε τὰ Πύρρου πράγματα, ἀλλʼ ὁ τῆς ἀσεβηθείσης θεᾶς χολός, ὃν οὐδʼ αὐτὸς ἠγνόει Πύρρος, ὡς Πρόξενος ὁ συγγραφεὺς ἱστορεῖ καὶ αὐτὸς ὁ Πύρρος ἐν τοῖς ἰδίοις ὑπομνήμασι γράφει. Vales.

ἔμελλον ὅπερ εἰκὸς οἱ ὁπλῖται κράνεσι καὶ θώραξι καὶ θυρεοῖς βαρεῖς πρὸς ὀχθηρὰ χωρία καὶ μακρὰς ἀτραποὺς πορευόμενοι καὶ οὐδὲ ταύτας λεωφόρους, ἀλλʼ αἰγότριβας διʼ ὕλης τε καὶ κρημνῶν τάξιν τε οὐδεμίαν φυλάξειν, καὶ πρὶν ἐπιφανῆναί σφισι τοὺς πολεμίους ἐξασθενήσειν τὰ σώματα δίψει καὶ κόπῳ.

τοὺς τοῖς ἱππικοῖς δόρασιν ἐκ διαλαβῆς ἀμφοτέραις ταῖς χερσὶ κρατουμένοις μαχομένους συστάδην καὶ τὰ πολλὰ κατορθοῦντας ἐν ταῖς μάχαις Πρίγκιπας Ῥωμαῖοι καλοῦσιν. Ambr.