Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἡγεμονίαν δὲ τὴν Ῥωμαίων παραλαβεῖν ἠξιώθη νέος ὢν κατὰ κλέος ἀρετῆς ὑπʼ αὐτῶν ἐπίκλητος ἀχθεὶς καὶ διετέλεσε πειθομένοις ἅπαντα τὸν βίον τοῖς ἀρχομένοις χρώμενος· ἡλικίας δʼ ἐπὶ μήκιστον
τελευτήσαντι δʼ αὐτῷ πένθος μέγα προὔθετο ἡ πόλις καὶ ταφὰς ἐποιήσατο λαμπροτάτας. κεῖται δʼ ἐν Ἰανίκλῳ πέραν τοῦ Τεβέριος ποταμοῦ. καὶ τὰ μὲν περὶ Πομπιλίου Νόμα τοσαῦτα παρελάβομεν.
τελευτήσαντος δὲ Πομπιλίου γενομένη πάλιν· ἡ βουλὴ τῶν κοινῶν κυρία μένειν ἔγνω ἐπὶ τῆς αὐτῆς πολιτείας, οὐδὲ τοῦ δήμου γνώμην λαβόντος ἑτέραν, καὶ καθίστησιν ἐκ τῶν πρεσβυτέρων τοὺς ἄρξοντας τὴν μεσοβασίλειον ἀρχὴν εἰς ὡρισμένον τινὰ ἡμερῶν ἀριθμόν, ὑφʼ ὧν ἀποδείκνυται βασιλεύς, ὸν ἅπας ὁ δῆμος ἠξίου, Τύλλος Ὁστίλιος γένους ὢν τοιοῦδε·
ἐκ πόλεως Μεδυλλίας, ἣν Ἀλβανοὶ μὲν ἔκτισαν, Ῥωμύλος δὲ κατὰ συνθήκας παραλαβὼν Ῥωμαίων ἐποίησεν ἀποικίαν, ἀνὴρ εὐγενὴς καὶ χρήμασι δυνατὸς Ὁστίλιος ὄνομα μετενεγκάμενος εἰς Ῥώμην τὸν βίον ἄγεται γυναῖκα ἐκ τοῦ Σαβίνων γένους Ἑρσιλίου θυγατέρα τὴν ὑφηγησαμένην ταῖς ὁμοεθνέσι πρεσβεῦσαι πρὸς τοὺς πατέρας ὑπὲρ τῶν ἀνδρῶν, ὅτε Σαβῖνοι Ῥωμαίοις ἐπολέμουν, καὶ τοῦ συνελθεῖν εἰς φιλίαν τοὺς ἡγεμόνας αἰτιωτάτην γενέσθαι δοκοῦσαν.