Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τοιαῦτα μὲν δὴ σωφροσύνης τε παρακλητικὰ καὶ δικαιοσύνης ἀναγκαστήρια ὑπὸ τοῦ Νόμα τότε ἐξευρεθέντα κοσμιωτέραν οἰκίας τῆς κράτιστα οἰκουμένης τὴν Ῥωμαίων πόλιν ἀπειργάσατο.
ἃ δὲ μέλλω νῦν λέγειν ἐπιμελῆ τε αὐτὴν ἀπέδωκε τῶν ἀναγκαίων καὶ τῶν ἀγαθῶν ἐργάτιν. ἐνθυμούμενος γὰρ ὁ ἀνήρ, ὅτι πόλιν τὴν μέλλουσαν ἀγαπήσειν τὰ δίκαια καὶ μενεῖν ἐν τῷ σώφρονι βίῳ τῆς ἀναγκαίου δεῖ χορηγίας εὐπορεῖν, διεῖλε τὴν χώραν ἅπασαν εἰς τοὺς καλουμένους πάγους καὶ κατέστησεν ἐφʼ ἑκάστου τῶν πάγων ἄρχοντα ἐπίσκοπόν τε καὶ περίπολον τῆς ἰδίας μοίρας.
οὗτοι γὰρ περιιόντες θαμινὰ τοὺς εὖ τε καὶ κακῶς εἰργασμένους τῶν ἀγρῶν ἀπεγράφοντο καὶ πρὸς τὸν βασιλέα ἀπέφαινον, ὁ δὲ τοὺς μὲν ἐπιμελεῖς γεωργοὺς ἐπαίνοις τε καὶ φιλανθρωπίαις ἀνελάμβανε, τοὺς δὲ ἀργοὺς γεωργοὺς ὀνειδίζων τε καὶ ζημιῶν ἐπὶ τὸ θεραπεύειν ἄμεινον τὴν γῆν προὐτρέπετο. τοιγάρτοι πολέμων τε ἀπηλλαγμένοι καὶ τῶν κατὰ πόλιν πραγμάτων σχολὴν πολλὴν ἄγοντες ἀργίας τε καὶ βλακείας σὺν αἰσχύνῃ
τῷ δὲ Νόμᾳ περιῆν ἐκ τούτων φιλεῖσθαι μὲν ὑπὸ τῶν ἀρχομένων, ζηλοῦσθαι δʼ ὑπὸ τῶν περιοίκων, μνημονεύεσθαι δʼ ὑπὸ τῶν ἐπιγινομένων· διʼ ὧν οὔτε στάσις ἐμφύλιος τὴν πολιτικὴν ἔλυσεν ὁμόνοιαν, οὔτε πόλεμος ἀλλοεθνὴς ἐκ τῶν κρατίστων καὶ θαυμασιωτάτων τὴν πόλιν ἐπιτηδευμάτων ἐκίνησε. τοσοῦτον γὰρ ἀπέσχον οἱ περίοικοι τὴν ἀπόλεμον ἡσυχίαν Ῥωμαίων ἀφορμὴν τῆς κατʼ αὐτῶν ἐπιθέσεως ὑπολαβεῖν, ὥστε καὶ εἴ τις αὐτοῖς πρὸς ἀλλήλους συνέστη πόλεμος διαλλακτῆρας ἐποιοῦντο Ῥωμαίους καὶ ἐπὶ διαιτητῇ Νόμᾳ