Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἄλλου τῶν νομίμων οὐδενὸς τυγχάνουσι. πολλὰ μὲν οὖν καὶ ἄλλα δοκεῖ μηνύματα εἶναι τῆς οὐχ ὁσίως ὑπηρετούσης τοῖς ἱεροῖς, μάλιστα δὲ ἡ σβέσις τοῦ πυρός, ἣν ὑπὲρ ἅπαντα τὰ δεινὰ Ῥωμαῖοι δεδοίκασιν ἀφανισμοῦ τῆς πόλεως σημεῖον ὑπολαμβάνοντες, ἀφʼ ἧς ποτʼ ἂν αἰτίας γένηται, καὶ πολλαῖς αὐτὸ θεραπείαις

v.1p.252
ἐξιλασκόμενοι κατάγουσι πάλιν εἰς τὸ ἱερόν· ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ.

πάνυ δʼ ἄξιον καὶ τὴν ἐπιφάνειαν ἱστορῆσαι τῆς θεᾶς, ἣν ἐπεδείξατο ταῖς ἀδίκως ἐγκληθείσαις παρθένοις, πεπίστευται γὰρ ὑπὸ Ῥωμαίων, εἰ καὶ παράδοξά ἐστι, καὶ πολὺν πεποίηνται λόγον ὑπὲρ αὐτῶν οἱ συγγραφεῖς.

ὅσοι μὲν οὖν τὰς ἀθέους ἀσκοῦσι φιλοσοφίας, εἰ δὴ καὶ φιλοσοφίας αὐτὰς δεῖ καλεῖν, ἁπάσας διασύροντες τὰς ἐπιφανείας τῶν θεῶν τὰς παρʼ Ἕλλησιν ἢ βαρβάροις γενομένας καὶ ταύτας εἰς γέλωτα πολὺν ἄξουσι τὰς ἱστορίας ἀλαζονείαις· ἀνθρωπίναις αὐτὰς ἀνατιθέντες, ὡς οὐδενὶ θεῶν μέλον ἀνθρώπων οὐδενός. ὅσοι δʼ οὐκ ἀπολύουσι τῆς ἀνθρωπίνης ἐπιμελείας τοὺς θεούς, ἀλλὰ καὶ τοῖς ἀγαθοῖς εὐμενεῖς εἶναι νομίζουσι καὶ τοῖς κακοῖς δυσμενεῖς διὰ πολλῆς ἐληλυθότες ἱστορίας, οὐδὲ ταύτας ὑπολήψονται τὰς ἐπιφανείας εἶναι ἀπίστους.

λέγεται δή ποτε τοῦ πυρὸς ἐκλιπόντος διʼ ὀλιγωρίαν τινὰ τῆς τότε αὐτὸ φυλαττούσης Αἰμιλίας ἑτέρᾳ παρθένῳ τῶν νεωστὶ κατειλεγμένων καὶ ἄρτι μανθανουσῶν παραδούσης τὴν ἐπιμέλειαν ταραχὴ πολλὴ γενέσθαι κατὰ τὴν πόλιν ὅλην καὶ ζήτησις ὑπὸ τῶν ἱεροφαντῶν, μή τι μίασμα περὶ τὸ πῦρ τῆς ἱερείας ἐτύγχανε γεγονός· ἔνθα δή φασι τὴν Αἰμιλίαν ἀναίτιον μὲν οὖσαν, ἀπορουμένην δʼ ἐπὶ τῷ συμβεβηκότι παρόντων τῶν ἱερέων καὶ τῶν ἄλλων παρθένων τὰς χεῖρας ἐπὶ τὸν βωμὸν ἐκτείνασαν εἰπεῖν·

v.1p.253

ἑστία τῆς Ῥωμαίων πόλεως φύλαξ, εἰ μὲν ὁσίως καὶ δικαίως ἐπιτετέλεκά σοι τὰ ἱερὰ χρόνον ὀλίγου δέοντα τριακονταετοῦς καὶ ψυχὴν ἔχουσα καθαρὰν καὶ σῶμα ἁγνόν, ἐπιφάνηθί μοι καὶ βοήθησον καὶ μὴ περιίδῃς τὴν σεαυτῆς ἱέρειαν τὸν οἴκτιστον μόρον ἀποθανοῦσαν· εἰ δὲ ἀνόσιόν τι πέπρακταί μοι ταῖς ἐμαῖς τιμωρίαις τὸ τῆς πόλεως ἄγος ἀφάγνισον.

ταῦτʼ εἰποῦσαν καὶ περιρρήξασαν ἀπὸ τῆς καρπασίνης ἐσθῆτος, ἣν ἔτυχεν ἐνδεδυκυῖα, βαλεῖν τὸν τελαμῶνα ἐπὶ τὸν βωμὸν μετὰ τὴν εὐχὴν λέγουσι καὶ ἐκ τῆς κατεψυγμένης πρὸ πολλοῦ καὶ οὐδένα φυλαττούσης σπινθῆρα τέφρας ἀναλάμψαι φλόγα πολλὴν διὰ τῆς καρπάσου, ὥστε μηδὲν ἔτι δεῆσαι τῇ πόλει μήτε ἁγνισμῶν μήτε νέου πυρός.

ἔτι δὲ τούτου θαυμασιώτερόν ἐστι καὶ μύθῳ μᾶλλον ἐοικὸς ὃ μέλλω λέγειν. κατηγορῆσαί τινά φασιν ἀδίκως μιᾶς τῶν παρθένων τῶν ἱερῶν Τυκκίας ὄνομα, ἀφανισμὸν μὲν πυρὸς οὐκ ἔχοντα προφέρειν, ἄλλας δέ τινας ἐξ εἰκότων τεκμηρίων καὶ μαρτυριῶν ἀποδείξεις φέροντα οὐκ ἀληθεῖς· κελευσθεῖσαν δʼ ἀπολογεῖσθαι τὴν παρθένον τοῦτο μόνον εἰπεῖν, ὅτι τοῖς ἔργοις ἀπολύσεται τὰς διαβολάς·

ταῦτα δʼ εἰποῦσαν καὶ τὴν θεὸν ἐπικαλεσαμένην ἡγεμόνα τῆς ὁδοῦ γενέσθαι προάγειν ἐπὶ τὸν Τέβεριν ἐπιτρεψάντων μὲν αὐτῇ τῶν ἱεροφαντῶν,

v.1p.254
τοῦ δὲ κατὰ τὴν πόλιν ὄχλου συμπροπέμποντος· γενομένην δὲ τοῦ ποταμοῦ πλησίον τὸ παροιμιαζόμενον ἐν τοῖς πρώτοις τῶν ἀδυνάτων τόλμημα ὑπομεῖναι, ἀρυσαμένην ἐκ τοῦ ποταμοῦ καινῷ κοσκίνῳ καὶ μέχρι τῆς ἀγορᾶς ἐνέγκασαν παρὰ τοὺς πόδας τῶν ἱεροφαντῶν ἐξερᾶσαι τὸ ὕδωρ.

καὶ μετὰ ταῦτά φασι τὸν κατήγορον αὐτῆς πολλῆς ζητήσεως γενομένης μήτε ζῶντα εὑρεθῆναι μήτε νεκρόν. ἀλλʼ ὑπὲρ μὲν τῶν ἐπιφανειῶν τῆς θεᾶς ἔχων ἔτι πολλὰ λέγειν καὶ ταῦτα ἱκανὰ εἰρῆσθαι νομίζω.