Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
αἱ δὲ θεραπεύουσαι τὴν θεὸν παρθένοι τέτταρες μὲν ἦσαν κατʼ ἀρχὰς τῶν βασιλέων αὐτὰς αἱρουμένων ἐφʼ οἷς κατεστήσατο δικαίοις ὁ Νόμας, ὕστερον δὲ διὰ πλῆθος τῶν ἱερουργιῶν ἃς ἐπιτελοῦσιν ἓξ γενόμεναι μέχρι τοῦ καθʼ ἡμᾶς διαμένουσι χρόνου δίαιταν ἔχουσαι παρὰ τῇ θεῷ, ἔνθα διʼ ἡμέρας μὲν οὐδεὶς. ἀπείργεται τῶν βουλομένων εἰσιέναι, νύκτωρ δὲ οὐδενὶ τῶν ἀρρένων ἐναυλίσασθαι θέμις.
χρόνον δὲ τριακονταετῆ μένειν αὐτὰς ἀναγκαῖον ἁγνὰς γάμων θυηπολούσας τε καὶ τἆλλα θρησκευούσας κατὰ νόμον, ἐν ᾧ δέκα μὲν ἔτη μανθάνειν αὐτὰς ἔδει, δέκα δʼ ἐπιτελεῖν τὰ ἱερά, τὰ δὲ λοιπὰ δέκα διδάσκειν ἑτέρας. ἐκπληρωθείσης δὲ τῆς τριακονταετίας οὐδὲν ἦν τὸ κωλῦσον τὰς βουλομένας ἀποθείσας τὰ στέμματα καὶ τὰ λοιπὰ παράσημα τῆς
τιμαὶ δὲ αὐταῖς ἀποδέδονται παρὰ τῆς πόλεως πολλαὶ καὶ καλαί, διʼ ἃς οὔτε παίδων αὐταῖς ἐστι πόθος οὔτε γάμων, τιμωρίαι τε ἐπὶ τοῖς ἁμαρτανομένοις κεῖνται μεγάλαι, ὧν ἐξετασταί τε καὶ κολασταὶ κατὰ νόμον εἰσὶν οἱ ἱεροφάνται, τὰς μὲν ἄλλο τι τῶν ἐλαττόνων ἁμαρτανούσας ῥάβδοις μαστιγοῦντες, τὰς δὲ φθαρείσας αἰσχίστῳ τε καὶ
ἐλεεινοτάτῳ παραδιδόντες θανάτῳ. ζῶσαι γὰρ ἔτι πομπεύουσιν ἐπὶ κλίνης φερόμεναι τὴν ἀποδεδειγμένην τοῖς νεκροῖς ἐκφοράν, ἀνακλαιομένων αὐτὰς καὶ προπεμπόντων φίλων τε καὶ συγγενῶν, κομισθεῖσαι δὲ μέχρι τῆς Κολλίνης πύλης, ἐντὸς τείχους εἰς σηκὸν ὑπὸ γῆς κατεσκευασμένον ἅμα τοῖς ἐνταφίοις κόσμοις τίθενται καὶ οὔτʼ ἐπιστήματος οὔτʼ ἐναγισμῶν οὔτʼ
ἄλλου τῶν νομίμων οὐδενὸς τυγχάνουσι. πολλὰ μὲν οὖν καὶ ἄλλα δοκεῖ μηνύματα εἶναι τῆς οὐχ ὁσίως ὑπηρετούσης τοῖς ἱεροῖς, μάλιστα δὲ ἡ σβέσις τοῦ πυρός, ἣν ὑπὲρ ἅπαντα τὰ δεινὰ Ῥωμαῖοι δεδοίκασιν ἀφανισμοῦ τῆς πόλεως σημεῖον ὑπολαμβάνοντες, ἀφʼ ἧς ποτʼ ἂν αἰτίας γένηται, καὶ πολλαῖς αὐτὸ θεραπείαις
πάνυ δʼ ἄξιον καὶ τὴν ἐπιφάνειαν ἱστορῆσαι τῆς θεᾶς, ἣν ἐπεδείξατο ταῖς ἀδίκως ἐγκληθείσαις παρθένοις, πεπίστευται γὰρ ὑπὸ Ῥωμαίων, εἰ καὶ παράδοξά ἐστι, καὶ πολὺν πεποίηνται λόγον ὑπὲρ αὐτῶν οἱ συγγραφεῖς.