Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοῦτο δὴ λαβόντες ὁμολογούμενον ἐπισυνάπτουσιν αὐτοὶ στοχασμούς τινας ἰδίους, οἱ μὲν ἐκ τῶν ἐν Σαμοθρᾴκῃ λέγοντες ἱερῶν μοῖραν εἶναί τινα φυλαττομένην τὴν ἐνθάδε, Δαρδάνου μὲν εἰς τὴν ὑφʼ ἑαυτοῦ κτισθεῖσαν πόλιν ἐκ τῆς νήσου τὰ ἱερὰ μετενεγκαμένου,

v.1p.250
Αἰνείου δὲ, ὅτʼ ἔφυγεν ἐκ τῆς Τρωάδος ἅμα τοῖς ἄλλοις καὶ ταῦτα κομίσαντος εἰς Ἰταλίαν, οἱ δὲ τὸ διοπετὲς Παλλάδιον ἀποφαίνοντες εἶναι τὸ παρʼ Ἰλιεῦσι γενόμενον, ὡς Αἰνείου κομίσαντος αὐτὸ διʼ ἐμπειρίαν, Ἀχαιῶν δὲ τὸ μίμημα αὐτοῦ λαβόντων κλοπῇ· περὶ οὗ πολλοὶ σφόδρα εἴρηνται ποιηταῖς τε καὶ συγγραφεῦσι λόγοι.

ἐγὼ δὲ τὸ μὲν εἶναί τινα τοῖς πολλοῖς ἄδηλα ἱερὰ φυλαττόμενα ὑπὸ τῶν παρθένων καὶ οὐ τὸ πῦρ μόνον ἐκ πολλῶν πάνυ καταλαμβάνομαι, τίνα δὲ ταῦτʼ ἔστιν οὐκ ἀξιῶ πολυπραγμονεῖν οὔτʼ ἐμαυτὸν οὔτε ἄλλον οὐδένα τῶν βουλομένων τὰ πρὸς θεοὺς ὅσια τηρεῖν.

αἱ δὲ θεραπεύουσαι τὴν θεὸν παρθένοι τέτταρες μὲν ἦσαν κατʼ ἀρχὰς τῶν βασιλέων αὐτὰς αἱρουμένων ἐφʼ οἷς κατεστήσατο δικαίοις ὁ Νόμας, ὕστερον δὲ διὰ πλῆθος τῶν ἱερουργιῶν ἃς ἐπιτελοῦσιν ἓξ γενόμεναι μέχρι τοῦ καθʼ ἡμᾶς διαμένουσι χρόνου δίαιταν ἔχουσαι παρὰ τῇ θεῷ, ἔνθα διʼ ἡμέρας μὲν οὐδεὶς. ἀπείργεται τῶν βουλομένων εἰσιέναι, νύκτωρ δὲ οὐδενὶ τῶν ἀρρένων ἐναυλίσασθαι θέμις.

χρόνον δὲ τριακονταετῆ μένειν αὐτὰς ἀναγκαῖον ἁγνὰς γάμων θυηπολούσας τε καὶ τἆλλα θρησκευούσας κατὰ νόμον, ἐν ᾧ δέκα μὲν ἔτη μανθάνειν αὐτὰς ἔδει, δέκα δʼ ἐπιτελεῖν τὰ ἱερά, τὰ δὲ λοιπὰ δέκα διδάσκειν ἑτέρας. ἐκπληρωθείσης δὲ τῆς τριακονταετίας οὐδὲν ἦν τὸ κωλῦσον τὰς βουλομένας ἀποθείσας τὰ στέμματα καὶ τὰ λοιπὰ παράσημα τῆς

v.1p.251
ἱερωσύνης γαμεῖσθαι. καὶ ἐποίησάν τινες τοῦτο πάνυ ὀλίγαι, αἷς ἄζηλοι συνέβησαν αἱ τελευταὶ τῶν βίων καὶ οὐ πάνυ εὐτυχεῖς, ὥστε διʼ οἰωνοῦ λαμβάνουσαι τὰς ἐκείνων συμφορὰς αἱ λοιπαὶ παρθένοι μένουσι παρὰ τῇ θεῷ μέχρι θανάτου, τότε δὲ εἰς τὸν τῆς ἐκλιπούσης ἀριθμὸν ἑτέρα πάλιν ὑπὸ τῶν ἱεροφαντῶν ἀποδείκνυται.