Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐν τοιούτῳ δὴ κλύδωνι τὰ πράγματα τῆς πόλεως σαλεύοντα ὁ Νόμας καταλαβών, πρῶτον μὲν τοὺς ἀπόρους τῶν δημοτῶν ἀνέλαβε διανείμας αὐτοῖς ἀφʼ ἧς Ῥωμύλος ἐκέκτητο χώρας καὶ ἀπὸ τῆς δημοσίας μοῖράν τινα ὀλίγην· ἔπειτα τοὺς πατρικίους οὐδὲν μὲν ἀφελόμενος ὧν οἱ κτίσαντες τὴν πόλιν εὕροντο, τοῖς δʼ ἐποίκοις ἑτέρας τινὰς ἀποδοὺς τιμάς, ἔπαυσε διαφερομένους.
ἁρμοσάμενος δὲ τὸ πλῆθος ἅπαν ὥσπερ ὄργανον πρὸς ἕνα τὸν τοῦ κοινῇ συμφέροντος λογισμὸν καὶ τῆς πόλεως τὸν περίβολον αὐξήσας τῷ Κυρινείῳ λόφῳ ʽτέως γὰρ ἔτι ἀτείχιστος ἦνʼ τότε τῶν ἄλλων πολιτευμάτων ἥπτετο
ἐξ ὧν δὲ διεπράξατο νόμων τε καὶ πολιτευμάτων ἑκάτερον τούτων εἰς μεγάλην ἐπίδοσιν προελθεῖν ἅπαντα μὲν οὐκ ἀξιῶ γράφειν, τὸ μῆκος ὑφορώμενος τοῦ λόγου καὶ ἅμα οὐδʼ ἀναγκαίαν ὁρῶν τὴν ἀναγραφὴν αὐτῶν Ἑλληνικαῖς ἱστορίαις, αὐτὰ δὲ τὰ κυριώτατα καὶ φανερὰν δυνάμενα ποιῆσαι πᾶσαν τὴν προαίρεσιν τοῦ ἀνδρὸς ἐπὶ κεφαλαίων ἐρῶ, τὴν ἀρχὴν ἀπὸ τῆς περὶ τὰ θεῖα διακοσμήσεως ποιησάμενος.