Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
μέρος καὶ μετὰ τοῦτο γῇ κρύψαι κατὰ τὸ ἀφανές. οἱ δʼ ἐκκλησιάζοντα μὲν αὐτόν φασιν ὑπὸ τῶν νεοπολιτῶν Ῥωμαίων ἀναιρεθῆναι, ἐπιχειρῆσαι δʼ αὐτοὺς
ἔοικε δʼ οὐ μικρὰν ἀφορμὴν παρέχειν τοῖς θεοποιοῦσι τὰ θνητὰ καὶ εἰς οὐρανὸν ἀναβιβάζουσι τὰς ψυχὰς τῶν ἐπιφανῶν τὰ συμβάντα ἐκ τοῦ θεοῦ περὶ τὴν σύγκρισιν τοῦ ἀνδρὸς ἐκείνου καὶ τὴν διάκρισιν. ἔν τε γὰρ τῷ βιασμῷ τῆς μητρὸς αὐτοῦ εἴθʼ ὑπʼ ἀνθρώπων τινὸς εἴθʼ ὑπὸ θεοῦ γενομένῳ τὸν ἥλιον ἐκλιπεῖν φασιν ὅλον καὶ σκότος παντελῶς ὥσπερ ἐν νυκτὶ τὴν γῆν κατασχεῖν ἔν τε τῇ τελευτῇ αὐτοῦ ταὐτὸ συμβῆναι λέγουσι πάθος.
ὁ μὲν δὴ κτίσας τὴν Ῥώμην καὶ πρῶτος ἀποδειχθεὶς ὑπʼ αὐτῆς βασιλεὺς Ῥωμύλος τοιαύτης λέγεται τελευτῆς τυχεῖν, οὐδεμίαν ἐξ αὑτοῦ γενεὰν καταλιπών, ἑπτὰ μὲν ἔτη καὶ τριάκοντα βασιλεύσας, πεντηκοστὸν δὲ καὶ πέμπτον ἔτος ἔχων ἀπὸ γενεᾶς. νέος γὰρ δὴ παντάπασιν ἔτυχε τῆς ἡγεμονίας ὀκτωκαιδεκαέτης ὤν, ὡς ἅπαντες ὁμολογοῦσιν οἱ τὰς περὶ αὐτοῦ συγγράψαντες ἱστορίας.
τῷ δʼ ἑξῆς ἐνιαυτῷ βασιλεὺς μὲν οὐδεὶς ἀπεδείχθη Ῥωμαίων, ἀρχὴ δέ τις, ἣν καλοῦσι μεσοβασίλειον, ἐπεμελεῖτο τῶν κοινῶν τοιόνδέ τινα τρόπον ἀποδεικνυμένη· τῶν πατρικίων οἱ καταγραφέντες εἰς τὴν βουλὴν ὑπὸ Ῥωμύλου διακόσιοι τὸν ἀριθμὸν
ἐκεῖνοι δʼ οὐχ ἅμα πάντες ἐβασίλευον, ἀλλʼ ἐκ διαδοχῆς ἡμέρας πέντε ἕκαστος, ἐν αἷς τάς τε ῥάβδους εἶχε καὶ τὰ λοιπὰ τῆς βασιλικῆς ἐξουσίας σύμβολα. παρεδίδου δʼ ὁ πρῶτος ἄρξας τῷ δευτέρῳ τὴν ἡγεμονίαν κἀκεῖνος τῷ τρίτῳ καὶ τοῦτʼ ἐγίνετο μέχρι τοῦ τελευταίου. διεξελθούσης δὲ τοῖς πρώτοις δέκα βασιλεῦσι τῆς πεντηκονθημέρου προθεσμίας ἕτεροι δέκα τὴν ἀρχὴν παρελάμβανον καὶ παρʼ ἐκείνων αὖθις ἄλλοι.