Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
οἱ μὲν δὴ πρέσβεις οὐδὲν εὑρόμενοι τῶν δικαίων ἀγανακτοῦντες ἀπῄεσαν, ἀκολουθήσαντες δʼ αὐτοῖς τῶν Σαβίνων τινὲς ὑπʼ ὀργῆς, ἐσκηνωμένοις παρὰ τὴν ὁδόν ʽἑσπέρα γὰρ αὐτοὺς κατέλαβενʼ ἐπιτίθενται καθεύδουσι καὶ τά τε χρήματʼ αὐτοὺς ἀφαιροῦνται καὶ ὁπόσους ἐν ταῖς κοίταις ἔτι κατέλαβον ἀποσφάττουσιν, ὅσοις δὲ ταχεῖα τῆς ἐπιβουλῆς αὐτῶν αἴσθησις ἐγένετο καὶ τοῦ διαφυγεῖν δύναμις εἰς τὴν πόλιν ἀφικνοῦνται. μετὰ τοῦτο ἔκ τε Λαουινίου πρέσβεις ἀφικόμενοι καὶ ἐξ ἄλλων πόλεων συχνῶν κατηγόρουν τῆς παρανομίας καὶ πόλεμον παρήγγελλον εἰ μὴ τεύξονται τῆς δίκης.
Ῥωμύλῳ μὲν οὖν δεινόν, ὥσπερ ἦν, τὸ περὶ τοὺς πρεσβευτὰς ἐφαίνετο πάθος καὶ ταχείας ἀφοσιώσεως δεόμενον, ὡς ἱεροῦ καταλυομένου νόμου. καὶ οὐδὲν ἔτι διαμελλήσας, ὡς εἶδεν ὀλιγωροῦντα τὸν Τάτιον αὐτὸς συνέλαβε τοὺς ἐνόχους τῷ ἄγει καὶ
δήσας παρέδωκε τοῖς πρεσβευταῖς ἀπάγειν. Τατίῳ δὲ θυμός τε εἰσέρχεται τῆς ὕβρεως, ἣν ὑπὸ τοῦ συνάρχοντος ᾐτιᾶτο ὑβρίσθαι κατὰ τὴν παράδοσιν τῶν ἀνδρῶν, καὶ οἶκτος τῶν ἀπαγομένων ʽἦν γὰρ καὶ συγγενής τις αὐτοῦ τῷ ἄγει ἔνοχοσʼ καὶ αὐτίκα τοὺς στρατιώτας ἀναλαβὼν ἐβοήθει διὰ τάχους ἐν ὁδῷ
ἀπαγομένους. χρόνου δὲ οὐ πολλοῦ διελθόντος, ὡς μέν τινες φασιν, ἅμα Ῥωμύλῳ παραγενόμενος εἰς τὸ Λαουίνιον ἕνεκα θυσίας, ἣν ἔδει τοῖς πατρῴοις θεοῖς ὑπὲρ τῆς πόλεως θῦσαι τοὺς βασιλεῖς, συστάντων ἐπʼ αὐτὸν τῶν ἑταίρων τε καὶ γένει προσηκόντων τοῖς ἀνῃρημένοις πρέσβεσιν ἐπὶ τῶν βωμῶν ταῖς μαγειρικαῖς σφαγίσι καὶ τοῖς βουπόροις ὀβελοῖς παιόμενος ἀποθνήσκει.