Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δέ τινες ἱστοροῦσιν ἐκ παλαιοῦ τε καὶ πρὶν ἢ παρὰ Τυρρηνῶν μαθεῖν τοῖς Ῥωμαίων προγόνοις αἴσιοι ἐνομίζοντο αἱ ἐκ τῶν ἀριστερῶν ἀστραπαί. Ἀσκανίῳ γὰρ τῷ ἐξ Αἰνείου γεγονότι, καθʼ ὃν χρόνον ὑπὸ Τυρρηνῶν, οὓς ἦγε βασιλεὺς Μεσέντιος, ἐπολεμεῖτο καὶ τειχήρης ἦν, περὶ τὴν τελευταίαν ἔξοδον, ἣν ἀπεγνωκὼς ἤδη τῶν πραγμάτων ἔμελλε ποιεῖσθαι, μετʼ ὀλοφυρμοῦ τόν τε Δία καὶ τοὺς ἄλλους αἰτουμένῳ θεοὺς αἴσια σημεῖα δοῦναι τῆς ἐξόδου φασὶν αἰθρίας οὔσης ἐκ τῶν ἀριστερῶν ἀστράψαι τὸν οὐρανόν. τοῦ δʼ ἀγῶνος ἐκείνου λαβόντος τὸ κράτιστον τέλος διαμεῖναι παρὰ τοῖς ἐκγόνοις αὐτοῦ νομιζόμενον αἴσιον τόδε τὸ σημεῖον.

τότε δʼ οὖν ὁ Ῥωμύλος ἐπειδὴ τὰ παρὰ τοῦ δαιμονίου βέβαια προσέλαβε, συγκαλέσας τὸν δῆμον

v.1p.162
εἰς ἐκκλησίαν καὶ τὰ μαντεῖα δηλώσας βασιλεὺς ἀποδείκνυται πρὸς αὐτῶν καὶ κατεστήσατο ἐν ἔθει τοῖς μετʼ αὐτὸν ἅπασι μήτε βασιλείας μήτε ἀρχὰς λαμβάνειν, ἐὰν μὴ καὶ τὸ δαιμόνιον αὐτοῖς ἐπιθεσπίσῃ, διέμεινέ τε μέχρι πολλοῦ φυλαττόμενον ὑπὸ Ῥωμαίων τὸ περὶ τοὺς οἰωνισμοὺς νόμιμον, οὐ μόνον βασιλευομένης τῆς πόλεως, ἀλλὰ καὶ μετὰ κατάλυσιν τῶν μονάρχων ἐν ὑπάτων καὶ στρατηγῶν καὶ τῶν