Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἤδη δὲ πλησιάζοντες ταῖς πύλαις ἀπηλαύνοντο τῆς νεότητος ἐπεξελθούσης αὐτοῖς ἀκραιφνοῦς, ᾗ τὰ τείχη φυλάττειν ὁ βασιλεὺς ἐπέτρεψε, καὶ τοῦ Ῥωμύλου, ῥᾷον γὰρ ἤδη εἶχεν ἐκ τοῦ τραύματος, ἐκβοηθήσαντος ὡς εἶχε τάχους, ἐγίνετό τε ἀγχίστροφος ἡ τοῦ ἀγῶνος τύχη καὶ πολλὴν ἔχουσα τὴν ἐπὶ θάτερα μεταβολήν.

οἱ μέν γε φεύγοντες ὡς τὸν ἡγεμόνα ἐκ τοῦ ἀπροσδοκήτου φανέντα εἶδον ἀναλαβόντες ἑαυτοὺς ἐκ τοῦ προτέρου δέους εἰς τάξιν καθίσταντο καὶ οὐκέτι ἀνεβάλλοντο μὴ οὐχ ὁμόσε τοῖς ἐχθροῖς

v.1p.216
χωρεῖν· οἱ δὲ τέως κατείργοντες αὐτοὺς καὶ μηδεμίαν οἰόμενοι μηχανὴν εἶναι τὸ μὴ οὐ κατὰ κράτος αὐτὴν τὴν πόλιν ἁλῶναι, ἐπειδὴ τὸ αἰφνίδιόν τε καὶ παράδοξον ἐθεάσαντο τῆς μεταβολῆς, περὶ σωτηρίας αὐτοὶ τῆς ἑαυτῶν ἐσκόπουν. ἦν δὲ αὐτοῖς οὐκ εὐπετὴς ἡ πρὸς τὸν χάρακα ἀναχώρησις καθʼ ὑψηλοῦ τε χωρίου καὶ διὰ κοίλης ὁδοῦ διωκομένοις, καὶ ὁ πολὺς αὐτῶν φόνος ἐν ταύτῃ γίνεται τῇ τροπῇ.

ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὕτως ἀγχωμάλως ἀγωνισάμενοι καὶ εἰς τύχας παραλόγους ἀμφότεροι καταστάντες ἡλίου περὶ καταφορὰν ὄντος ἤδη διεκρίθησαν.