Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἦν δὲ καὶ ἡ τῶν Ῥωμαίων δύναμις οὐ πολὺ τῆς Σαβίνων δέουσα δύο μὲν αἱ τῶν πεζῶν μυριάδες, ὀκτακόσιοι δʼ ἱππεῖς, καὶ προεκάθητο τῆς πόλεως διχῇ διῃρημένη, μία μὲν μοῖρα τὸν Ἐσκυλῖνον κατέχουσα λόφον, ἐφʼ ἧς αὐτὸς ὁ Ῥωμύλος ἦν, ἑτέρα δὲ τὸν Κυρίνιον οὔπω ταύτην ἔχοντα τὴν προσηγορίαν, ἧς ὁ Τυρρηνὸς ἦν Λοκόμων ἡγεμών.

μαθὼν δὲ τὴν παρασκευὴν αὐτῶν Τάτιος ὁ τῶν Σαβίνων βασιλεὺς νυκτὸς ἀναστήσας τὸν στρατὸν ἦγε διὰ τῆς χώρας οὐδὲν σινόμενος τῶν

v.1p.208
κατὰ τοὺς ἀγροὺς καὶ πρὶν ἀνατεῖλαι τὸν ἥλιον μεταξὺ τοῦ τε Κυρινίου καὶ τοῦ Καπιτωλίου τίθησιν ἐν τῷ πεδίῳ τὸν χάρακα. ὁρῶν δὲ ἀσφαλεῖ πάντα φυλακῇ κατεχόμενα πρὸς τῶν πολεμίων, σφίσι δὲ οὐδὲν χωρίον ἀπολειπόμενον ὀχυρὸν εἰς πολλὴν ἐνέπιπτεν ἀπορίαν οὐκ ἔχων ὅ τι χρήσεται τῇ τριβῇ τοῦ χρόνου.

ἀμηχανοῦντι δὲ αὐτῷ παράδοξος εὐτυχία γίνεται παραδοθέντος τοῦ κρατίστου τῶν ὀχυρωμάτων κατὰ τοιάνδε τινὰ συντυχίαν. παρεξιόντας γὰρ τὴν ῥίζαν τοῦ Καπιτωλίου τοὺς Σαβίνους εἰς ἐπίσκεψιν, εἴ τι μέρος εὑρεθείη τοῦ λόφου κλοπῇ ληφθῆναι δυνατὸν ἢ βίᾳ, παρθένος τις ἀπὸ τοῦ μετεώρου κατεσκόπει θυγάτηρ ἀνδρὸς ἐπιφανοῦς, ᾧ προσέκειτο ἡ

τοῦ χωρίου φυλακή, Τάρπεια ὄνομα· καὶ αὐτὴν, ὡς μὲν Φάβιός τε καὶ Κίγκιος γράφουσιν, ἔρως εἰσέρχεται τῶν ψελλίων, ἃ περὶ τοῖς ἀριστεροῖς βραχίοσιν ἐφόρουν, καὶ τῶν δακτυλίων· χρυσοφόροι γὰρ ἦσαν οἱ Σαβῖνοι τότε καὶ Τυρρηνῶν οὐχ ἧττον ἁβροδίαιτοι· ὡς δὲ Πείσων Λεύκιος ὁ τιμητικὸς ἱστορεῖ, καλοῦ πράγματος ἐπιθυμία γυμνοὺς τῶν σκεπαστηρίων ὅπλων παραδοῦναι τοῖς πολίταις τοὺς πολεμίους. ὁπότερον δὲ τούτων ἀληθέστερόν ἐστιν ἐκ τῶν ὕστερον γενομένων ἔξεστιν εἰκάζειν.