Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἑξῆς ἡμέρᾳ πρὸς ἑαυτὸν ἄγειν. οἱ μὲν δὴ νέοι διαστάντες κατὰ συστροφάς, ἐπειδὴ τὸ σύνθημα ἀρθὲν εἶδον τρέπονται πρὸς τὴν τῶν παρθένων ἁρπαγήν, ταραχὴ δὲ τῶν ξένων εὐθὺς ἐγένετο καὶ φυγὴ μεῖζόν τι κακὸν ὑφορωμένων. τῇ δʼ ἑξῆς ἡμέρᾳ προαχθεισῶν τῶν παρθένων, παραμυθησάμενος αὐτῶν τὴν ἀθυμίαν ὁ Ῥωμύλος, ὡς οὐκ ἐφʼ ὕβρει τῆς ἁρπαγῆς ἀλλʼ ἐπὶ γάμῳ γενομένης, Ἑλληνικόν τε καὶ ἀρχαῖον ἀποφαίνων τὸ ἔθος καὶ τρόπων συμπάντων καθʼ οὓς συνάπτονται γάμοι ταῖς γυναιξὶν ἐπιφανέστατον, ἠξίου στέργειν τοὺς δοθέντας αὐταῖς ἄνδρας ὑπὸ τῆς τύχης·

καὶ μετὰ τοῦτο διαριθμήσας τὰς κόρας ἑξακοσίας τε καὶ ὀγδοήκοντα καὶ τρεῖς εὑρεθείσας κατέλεξεν αὖθις ἐκ τῶν ἀγάμων ἄνδρας ἰσαρίθμους, οἷς αὐτὰς συνήρμοττε κατὰ τοὺς πατρίους ἑκάστης ἐθισμούς, ἐπὶ κοινωνίᾳ πυρὸς καὶ ὕδατος ἐγγυῶν τοὺς γάμους, ὡς καὶ μέχρι τῶν καθʼ ἡμᾶς ἐπιτελοῦνται χρόνων.

ταῦτα δὲ γενέσθαι τινὲς μὲν γράφουσι κατὰ τὸν πρῶτον ἐνιαυτὸν τῆς Ῥωμύλου ἀρχῆς, Γναῖος

v.1p.198
δὲ Γέλλιος κατὰ τὸν τέταρτον· ὃ καὶ μᾶλλον εἰκός. νέον γὰρ οἰκιζομένης πόλεως ἡγεμόνα πρὶν ἢ καταστήσασθαι τὴν πολιτείαν ἔργῳ τηλικούτῳ ἐπιχειρεῖν οὐκ ἔχει λόγον. τῆς δὲ ἁρπαγῆς τὴν αἰτίαν οἱ μὲν εἰς σπάνιν γυναικῶν ἀναφέρουσιν, οἱ δʼ εἰς ἀφορμὴν πολέμου, οἱ δὲ τὰ πιθανώτατα γράφοντες, οἷς κἀγὼ συγκατεθέμην, εἰς τὸ συνάψαι φιλότητα πρὸς τὰς πλησιοχώρους πόλεις ἀναγκαίαν.

τὴν δὲ τότε ὑπὸ Ῥωμύλου καθιερωθεῖσαν ἑορτὴν ἔτι καὶ εἰς ἐμὲ ἄγοντες Ῥωμαῖοι διετέλουν Κωνσουάλια καλοῦντες, ἐν ᾗ βωμός τε ὑπόγειος ἱδρυμένος παρὰ τῷ μεγίστῳ τῶν ἱπποδρόμων περισκαφείσης τῆς γῆς θυσίαις τε καὶ ὑπερπύροις ἀπαρχαῖς γεραίρεται, καὶ δρόμος ἵππων ζευκτῶν τε καὶ ἀζεύκτων ἐπιτελεῖται. καλεῖται δὲ ὁ θεός, ᾧ ταῦτʼ ἐπιτελοῦσι, Κῶνσος ὑπὸ Ῥωμαίων, ὃν ἐξερμηνεύοντες εἰς τὴν ἡμετέραν γλῶτταν Ποσειδῶνα σεισίχθονά φασιν εἶναί τινες καὶ διὰ τοῦτο ὑπογείῳ τετιμῆσθαι βωμῷ λέγουσιν, ὅτι τὴν γῆν ὁ θεὸς οὗτος ἔχει.

ἐγὼ δὲ καὶ ἕτερον οἶδα λόγον ἀκούων, ὡς τῆς μὲν ἑορτῆς τῷ Ποσειδῶνι ἀγομένης καὶ τοῦ δρόμου τῶν ἵππων τούτῳ τῷ θεῷ γινομένου, τοῦ δὲ καταγείου βωμοῦ δαίμονι ἀρρήτῳ τινὶ βουλευμάτων κρυφίων ἡγεμόνι καὶ φύλακι κατασκευασθέντος ὕστερον· Ποσειδῶνι γὰρ ἀφανῆ βωμὸν οὐδαμόθι γῆς οὔθʼ ὑφʼ Ἑλλήνων οὔθʼ ὑπὸ βαρβάρων καθιδρῦσθαι· τὸ δʼ ἀληθὲς ὅπως ἔχει χαλεπὸν εἰπεῖν.

ὡς δὲ διεβοήθη τὰ περὶ τὴν ἁρπαγὴν

v.1p.199
τῶν παρθένων καὶ τὰ περὶ τους γάμους εἰς τὰς πλησιοχώρους πόλεις, αἱ μὲν αὐτὸ τὸ πραχθὲν πρὸς ὀργὴν ἐλάμβανον, αἱ δʼ ἀφʼ ἧς ἐπράχθη διαθέσεως καὶ εἰς ὃ τέλος ἐχώρησεν ἀναλογιζόμεναι μετρίως αὐτὸ ἔφερον, κατέσκηψε δʼ οὖν ἀνὰ χρόνον εἰς πολέμους τοὺς μὲν ἄλλους εὐπετεῖς, ἕνα δὲ τὸν πρὸς Σαβίνους μέγαν καὶ χαλεπόν· οἷς ἅπασι τέλος ἐπηκολούθησεν εὐτυχές, ὥσπερ αὐτῷ τὰ μαντεύματα προεθέσπισε πρὶν ἐπιχειρῆσαι τῷ ἔργῳ πόνους μὲν καὶ κινδύνους μεγάλους προσημαίνοντα, τὰς δὲ τελευτὰς αὐτῶν ἔσεσθαι καλάς.

ἦσαν δὲ αἱ πρῶται πόλεις ἄρξασαι τοῦ πρὸς αὐτὸν πολέμου Καινίνη καὶ Ἄντεμνα καὶ Κρουστομέρεια, πρόφασιν μὲν ποιούμεναι τὴν ἁρπαγὴν τῶν παρθένων καὶ τὸ μὴ λαβεῖν ὑπὲρ αὐτῶν δίκας, ὡς δὲ τἀληθὲς εἶχεν ἀχθόμεναι τῇ κτίσει τε καὶ αὐξήσει τῆς Ῥώμης διʼ ὀλίγου πολλῇ γενομένῃ καὶ οὐκ ἀξιοῦσαι περιιδεῖν κοινὸν ἐπὶ τοῖς περιοίκοις ἅπασι κακὸν φυόμενον.