Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοὺς δὴ τὰ πολέμιά τε ἀσκοῦντας καὶ τὰ τῶν ἐπιθυμιῶν κρατοῦντας ἄριστα κοσμεῖν τὰς ἑαυτῶν πατρίδας τείχη τε ἀνάλωτα τῷ κοινῷ καὶ καταγωγὰς τοῖς ἑαυτῶν βίοις ἀσφαλεῖς τούτους εἶναι τοὺς παρασκευαζομένους· μαχητὰς δέ γε καὶ δικαίους ἄνδρας καὶ τὰς ἄλλας ἀρετὰς ἐπιτηδεύοντας τὸ τῆς πολιτείας σχῆμα ποιεῖν τοῖς φρονίμως αὐτὸ καταστησαμένοις, μαλθακούς τε αὖ καὶ πλεονέκτας καὶ δούλους αἰσχρῶν ἐπιθυμιῶν τὰ πονηρὰ

v.1p.158

ἐπιτηδεύματα ἐπιτελεῖν. ἔφη τε παρὰ τῶν πρεσβυτέρων καὶ διὰ πολλῆς ἱστορίας ἐληλυθότων ἀκούειν, ὅτι πολλαὶ μὲν ἀποικίαι μεγάλαι καὶ εἰς εὐδαίμονας ἀφικόμεναι τόπους, αἱ μὲν αὐτίκα διεφθάρησαν εἰς στάσεις ἐμπεσοῦσαι, αἱ δʼ ὀλίγον ἀντισχοῦσαι χρόνον ὑπήκοοι τοῖς πλησιοχώροις ἠναγκάσθησαν γενέσθαι καὶ ἀντὶ κρείττονος χώρας, ἣν κατέσχον, τὴν χείρονα τύχην διαλλάξασθαι δοῦλαι ἐξ ἐλευθέρων γενόμεναι· ἕτεραι δʼ ὀλιγάνθρωποι καὶ εἰς χωρία οὐ πάνυ σπουδαῖα παραγενόμεναι ἐλεύθεραι μὲν πρῶτον, ἔπειτα δʼ ἑτέρων ἄρχουσαι διετέλεσαν· καὶ οὔτε ταῖς εὐπραγίαις τῶν ὀλίγων οὔτε ταῖς δυστυχίαις τῶν πολλῶν ἕτερόν τι ἢ τὸ τῆς πολιτείας σχῆμα ὑπάρχειν αἴτιον.