Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
θυσίας μὲν γὰρ αὐτῇ καὶ ἀγῶνας ἄγουσιν ἀνὰ πᾶν ἔτος οἱ στρατηγοὶ κατὰ τοὺς Ῥωμαίων νόμους, ἱερᾶται δὲ αὐτῆς ἀνὴρ Φρὺξ καὶ γυνὴ Φρυγία καὶ περιάγουσιν ἀνὰ τὴν πόλιν οὗτοι μητραγυρτοῦντες, ὥσπερ αὐτοῖς ἔθος, τύπους τε περικείμενοι τοῖς στήθεσι καὶ καταυλούμενοι πρὸς τῶν ἑπομένων τὰ μητρῷα μέλη καὶ τύμπανα κροτοῦντες·
Ῥωμαίων δὲ τῶν αὐθιγενῶν οὔτε μητραγυρτῶν τις οὔτε καταυλούμενος πορεύεται διὰ τῆς πόλεως ποικίλην ἐνδεδυκὼς στολὴν οὔτε ὀργιάζει τὴν θεὸν τοῖς Φρυγίοις ὀργιασμοῖς κατὰ νόμον
καὶ μηδεὶς ὑπολάβῃ με ἀγνοεῖν ὅτι τῶν Ἑλληνικῶν μύθων εἰσί τινες ἀνθρώποις χρήσιμοι, οἱ μὲν ἐπιδεικνύμενοι τὰ τῆς φύσεως ἔργα διʼ ἀλληγορίας, οἱ δὲ παραμυθίας ἕνεκα συγκείμενοι τῶν ἀνθρωπείων συμφορῶν, οἱ δὲ ταραχὰς ἐξαιρούμενοι ψυχῆς καὶ δείματα καὶ δόξας καθαιροῦντες οὐχ ὑγιεῖς, οἱ δʼ ἄλλης τινὸς ἕνεκα συμπλασθέντες ὠφελείας.