Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τὸ γὰρ μεταξὺ χωρίον τοῦ τε Καπιτωλίου καὶ τῆς ἄκρας, ὃ καλεῖται νῦν κατὰ τὴν Ῥωμαίων διάλεκτον μεθόριον δυεῖν δρυμῶν καὶ ἦν τότε τοῦ συμβεβηκότος ἐπώνυμον, ὕλαις ἀμφιλαφέσι κατʼ ἀμφοτέρας τὰς συναπτούσας τοῖς λόφοις λαγόνας ἐπίσκιον, ἱερὸν ἀνεὶς ἄσυλον ἱκέταις καὶ ναὸν ἐπὶ τοὺτῳ κατασκευασάμενος ʽὅτῳ δὲ ἄρα θεῶν ἢ δαιμόνων οὐκ ἔχω τὸ σαφὲς εἰπεῖνʼ τοῖς καταφεύγουσιν εἰς τοῦτο τὸ ἱερὸν ἱκέταις τοῦ τε μηδὲν κακὸν ὑπʼ ἐχθρῶν παθεῖν ἐγγυητὴς ἐγίνετο τῆς εἰς τὸ θεῖον εὐσεβείας προφάσει καὶ εἰ βούλοιντο παρʼ αὐτῷ μένειν πολιτείας μετεδίδου καὶ γῆς μοῖραν, ἣν κτήσαιτο πολεμίους ἀφελόμενος. οἱ δὲ συνέρρεον ἐκ παντὸς τόπου τὰ οἰκεῖα φεύγοντες κακὰ καὶ οὐκέτι ἑτέρωσε ἀπανίσταντο ταῖς καθʼ ἡμέραν ὁμιλίαις καὶ χάρισιν ὑπʼ αὐτοῦ κατεχόμενοι.
τρίτον ἦν ἔτι Ῥωμύλου πολίτευμα, ὃ πάντων μάλιστα τοὺς Ἕλληνας ἀσκεῖν ἔδει, κράτιστον ἁπάντων πολιτευμάτων ὑπάρχον, ὡς ἐμὴ δόξα φέρει, ὃ καὶ τῆς βεβαίου Ῥωμαίοις ἐλευθερίας ἦρχε καὶ τῶν ἐπὶ τὴν ἡγεμονίαν ἀγόντων οὐκ ἐλαχίστην μοῖραν παρέσχε, τὸ μήτε κατασφάττειν ἡβηδὸν τὰς ἁλούσας πολέμῳ πόλεις μήτε ἀνδραποδίζεσθαι μηδὲ γῆν αὐτῶν ἀνιέναι μηλόβοτον, ἀλλὰ κληρούχους εἰς αὐτὰς ἀποστέλλειν ἐπὶ μέρει τινὶ τῆς χώρας καὶ ποιεῖν ἀποικίας τῆς Ῥώμης τὰς κρατηθείσας, ἐνίαις δὲ καὶ πολιτείας μεταδιδόναι.
ταῦτά τε δὴ καὶ τἆλλα τούτοις ὅμοια καταστησάμενος πολιτεύματα μεγάλην ἐκ μικρᾶς ἐποίησε τὴν ἀποικίαν, ὡς αὐτὰ τὰ ἔργα ἐδήλωσεν. οἱ μὲν γὰρ συνοικίσαντες μετʼ αὐτοῦ τὴν Ῥώμην οὐ πλείους ἦσαν ἀνδρῶν τρισχιλίων πεζοὶ καὶ τριακοσίων ἐλάττους ἱππεῖς· οἱ δὲ καταλειφθέντες ὑπʼ ἐκείνου, ὅτʼ ἐξ ἀνθρώπων ἠφανίσθη, πεζοὶ μὲν ἑξακισχίλιοι πρὸς τέτταρσι μυριάσιν, ἱππεῖς δʼ οὐ πολὺ ἀπέχοντες χιλίων.
ἐκείνου δὲ ἄρξαντος τῶν πολιτευμάτων τούτων οἵ τε βασιλεῖς οἱ μετʼ αὐτὸν ἡγησάμενοι τῆς πόλεως τὴν αὐτὴν ἐφυλάξαντο προαίρεσιν καὶ οἱ μετʼ ἐκείνους τὰς ἐνιαυσίους λαμβάνοντες ἀρχὰς ἔστιν ἃ καὶ προστιθέντες, οὕτως ὥστε μηδενὸς ἔθνους τοῦ δοκοῦντος εἶναι πολυανθρωποτάτου τὸν Ῥωμαίων γενέσθαι δῆμον ἐλάττονα.