Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

πίστεις τε ὑπέχομαι πάσας, ὁπόσαι βεβαιοῦσιν ἀνθρώπων ὁμολογίας, καὶ μόνῳ καὶ μετὰ τῶν ἄλλων πρεσβευτῶν περὶ τῆς οἴκαδε ἀνακομιδῆς % εἶναι Ῥωμαῖοι ποιήσαιντο φίλοι, ἵνα θαρρῶν πρὸς τοὺς σεαυτοῦ πολίτας λέγῃς, εἰ δή τισι τὸ τῆς βασιλείας ὄνομα ὕποπτόν ἐστιν ὡς ἀπατηλὸν ἐν ὁμολογίαις, ἐξ ὧν ἕτεροί τινες ἐν ὅρκοις καὶ σπονδαῖς παρανομεῖν ἔδοξαν ὅμοια καὶ περὶ ἐμοῦ τεκμαιρομένοις.

γενομένης δὲ τῆς

v.4p.304
εἰρήνης ἴθι μετʼ ἐμοῦ σύμβουλός τε ἁπάντων ἐσόμενος ἐμοὶ καὶ ὑποστράτηγος καὶ τῆς βασιλικῆς εὐτυχίας μέτοχος. ἐμοί τε γὰρ ἀνδρὸς ἀγαθοῦ καὶ πιστοῦ φίλου δεῖ, σοί τε χορηγίας βασιλικῆς καὶ πραγμάτων βασιλικῶν· ἐὰν δὴ συνενέγκωμεν ταῦτʼ εἰς τὸ κοινόν, τὰ μέγιστα τῶν ἀγαθῶν παρʼ ἀλλήλων ἀποισόμεθα. Ursin.

παυσαμένου δʼ αὐτοῦ μικρὸν ἐπισχὼν ὁ Φαβρίκιος εἶπε· περὶ μὲν τῆς ἀρετῆς, ἥτις ἐστὶ περὶ ἡμᾶς ἢ κατὰ τὰς κοινὰς πράξεις ἢ κατὰ τὸν ἴδιον βίον, οὐδὲν ἐμὲ δεῖ ἐπʼ ἐμαυτοῦ λέγειν, ἐπειδὴ πέπυσαι παρʼ ἑτέρων· οὐδέ γε περὶ τῆς πενίας, ὅτι μοι γήδιον μικρόν ἐστι κομιδῆ καὶ φαῦλον οἰκίδιον καὶ οὔτʼ ἀπὸ δανεισμάτων οὔτʼ ἀπʼ ἀνδραπόδων ὁ βίος· φαίνῃ γὰρ καὶ τούτων ἀκριβῶς ἀκηκοέναι παρʼ

ἑτέρων. περὶ δὲ τοῦ κάκιόν με Ῥωμαίων τινὸς πράττειν διʼ ἀπορίαν καὶ μηδὲν εἶναί μοι πλέον ἀσκοῦντι καλοκαγαθίαν, ὅτι τῶν πλουσίων οὐκ εἰμί, κακῶς ὑπείληφας, εἴτʼ ἀκούσας τινὸς εἴτʼ αὐτὸς εἰκάζων. ἐμοὶ γὰρ οὐδεμία πώποτε κακοδαιμονίας αἴσθησις παρὰ τὸ μὴ πολλὰ κεκτῆσθαι γέγονεν οὐδʼ ἔστιν, οὐδʼ ὠδυράμην τὴν ἐμαυτοῦ τύχην οὔτʼ ἐν τοῖς κοινοῖς πράγμασιν οὔτʼ ἐν τοῖς ἰδίοις.