Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὅτι Κρότων πόλις ἐν Ἰταλίᾳ ἐστὶ καὶ Σύβαρις ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ οὕτως κληθεῖσα.
ὅτε Λακεδαιμόνιοι Μεσήνην ἐπολέμουν καὶ χῆρος ἀνδρῶν ἡ πόλις ἦν, δεομέναις ταῖς γυναιξὶ καὶ μάλιστα ταῖς ἐν ἀκμῇ παρθένοις μὴ περιιδεῖν τὰς μὲν ἀγάμους, τὰς δὲ ἀτέκνους γινομένας ἐπέμποντό τινες ἀεὶ νέοι παραλλὰξ ἀπὸ τοῦ στρατοπέδου τῆς μίξεως τῶν γυναικῶν ἕνεκα καὶ συνῄεσαν, αἷς ἐπιτύχοιεν· ἐκ τούτων γίνονται τῶν ἀδιακρίτων ἐπιμιξιῶν παῖδες, οὓς ἀνδρωθέντας οἱ Λακεδαιμόνιοι προεπηλάκιζον τά τε ἄλλα καὶ Παρθενίας προσηγόρευον.