Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἀξιῶν τὴν βουλὴν ὑπὲρ τῶν ἀπόρων καὶ κατάχρεων. αἱ νεοσφαγεῖς τῶν θυομένων σάρκες μέχρι τούτου διατελοῦσι τρέμουσαί τε καὶ παλλόμεναι, ἕως ἂν τὸ κατεχόμενον ἐν αὐταῖς συγγενὲς πνεῦμα βιασάμενον τοὺς πόρους ἅπαν ἐξαναλωθῇ.
τοῦτο σεισμῶν αἴτιον γίνεται καὶ τῇ Ῥώμῃ· ἅπασα γὰρ ὑπόνομος οὖσα μεγάλαις καὶ συνεχέσι τάφροις, διʼ ὧν ὀχετεύεται τὸ ὕδωρ, καὶ πολλὰς ἀναπνοὰς στομάτων ἔχουσα, διὰ τούτων ἀνίησι τὸ κατακλεισθὲν πνεῦμα ἐν αὐτῇ· καὶ τοῦτο ἔστιν, ὃ κραδαίνει τε αὐτὴν καὶ σπαράττει τὴν ἐπιφάνειαν, ὅταν πολὺ καὶ βίαιον ἐναποληφθὲν εἴργηται. Ambr.
ὅτι ὁ Σαυνιτικὸς αὖθις ἀνερριπίσθη πόλεμος ἀπὸ τοιαύτης αἰτίας ἀρξάμενος. μετὰ τὰς σπονδάς, ἃς ἐποιήσαντο πρὸς τὴν Ῥωμαίων πόλιν οἱ Σαυνῖται, χρόνον ὀλίγον ἐπισχόντες ἐπὶ Λευκανοὺς ἐστράτευσαν ὁμόρους ὄντας ἐκ παλαιᾶς τινος ὁρμηθέντες ἔχθρας.