Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοῦ μὲν ὀψισμοῦ τῆς ἐπὶ τὸν κατὰ Λατίνων πόλεμον συμμαχίας οὐ τὸ κοινὸν αἴτιον — ἐψηφισάμεθα γὰρ ἀποσταλῆναι τὴν στρατιὰν ὑμῖν — οἱ δὲ τὴν ἡγεμονίαν ἔχοντες αὐτῆς πλείονα χρόνον ἀναλώσαντες ἐν τῇ παρασκευῇ, καὶ ὑμεῖς αὐτοὶ θᾶττον ἐπειχθέντες ἐπὶ

v.4p.273
τὸν ἀγῶνα. τρισὶ γοῦν ἢ τέτταρσιν ἡμέραις ὕστερον τῆς μάχης οἱ πεμφθέντες ὑφʼ ἡμῶν ἀφίκοντο.

περὶ δὲ τῆς Νεαπολιτῶν πόλεως, ἐν ᾗ τῶν ἡμετέρων τινές εἰσιν, τοσούτου δέομεν ἀδικεῖν ὑμᾶς, εἴ τινα τοῖς κινδυνεύουσι βοήθειαν εἰς σωτηρίαν κοινῇ παρεχόμεθα, ὥστʼ αὐτοὶ δοκοῦμεν ὑφʼ ὑμῶν ἀδικεῖσθαι μεγάλα. φίλην γὰρ ἡμῶν καὶ σύμμαχον οὖσαν τὴν πόλιν ταύτην οὐκ ἔναγχος οὐδʼ ἀφʼ οὗ τὰς πρὸς ὑμᾶς ἐποιησάμεθα ὁμολογίας, ἀλλὰ δευτέρᾳ γενεᾷ πρότερον διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, οὐθὲν ἀδικηθέντες ὑμεῖς κατεδουλώσασθε.