Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τοιαῦτα τοῦ Ῥωμαίου λέξαντος βουλευσάμενοι καθʼ αὑτοὺς οἱ πρόβουλοι τῶν Σαυνιτῶν τοιαύτην ἐξήνεγκαν ἀπόκρισιν·
τοῦ μὲν ὀψισμοῦ τῆς ἐπὶ τὸν κατὰ Λατίνων πόλεμον συμμαχίας οὐ τὸ κοινὸν αἴτιον — ἐψηφισάμεθα γὰρ ἀποσταλῆναι τὴν στρατιὰν ὑμῖν — οἱ δὲ τὴν ἡγεμονίαν ἔχοντες αὐτῆς πλείονα χρόνον ἀναλώσαντες ἐν τῇ παρασκευῇ, καὶ ὑμεῖς αὐτοὶ θᾶττον ἐπειχθέντες ἐπὶ
περὶ δὲ τῆς Νεαπολιτῶν πόλεως, ἐν ᾗ τῶν ἡμετέρων τινές εἰσιν, τοσούτου δέομεν ἀδικεῖν ὑμᾶς, εἴ τινα τοῖς κινδυνεύουσι βοήθειαν εἰς σωτηρίαν κοινῇ παρεχόμεθα, ὥστʼ αὐτοὶ δοκοῦμεν ὑφʼ ὑμῶν ἀδικεῖσθαι μεγάλα. φίλην γὰρ ἡμῶν καὶ σύμμαχον οὖσαν τὴν πόλιν ταύτην οὐκ ἔναγχος οὐδʼ ἀφʼ οὗ τὰς πρὸς ὑμᾶς ἐποιησάμεθα ὁμολογίας, ἀλλὰ δευτέρᾳ γενεᾷ πρότερον διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, οὐθὲν ἀδικηθέντες ὑμεῖς κατεδουλώσασθε.
οὐ μὴν οὐδὲ τούτῳ γε τῷ ἔργῳ τὸ κοινὸν ὑμᾶς τῶν Σαυνιτῶν ἠδίκησεν· ἰδιόξενοι δέ τινές εἰσιν, ὡς πυνθανόμεθα, καὶ φίλοι τῶν Νεαπολιτῶν οἱ κατὰ τὴν ἑαυτῶν προαίρεσιν τῇ πόλει βοηθοῦντες καί τινες καὶ διʼ ἀπορίαν ἴσως βίου μισθοφόροι. % φέρειν δὲ τοὺς ὑπηκόους ὑμῶν οὐθὲν δεόμεθα· καὶ γὰρ ἄνευ Φουνδανῶν καὶ Φορμιανῶν ἱκανοὶ βοηθεῖν αὑτοῖς ἐσμεν, ἐὰν καταστῶμεν εἰς ἀνάγκην πολέμου.
ἡ δὲ παρασκευὴ τῆς στρατιᾶς ἡμῶν ἐστιν οὐχ ὡς ἀφαιρησομένων τοὺς ὑμετέρους ἀποίκους τὰ ἴδια, ἀλλʼ ὡς τὰ ἴδια ἑξόντων διὰ φυλακῆς. ἀντιπροκαλούμεθά τε ὑμᾶς, εἰ βούλεσθε τὰ δίκαια ποιεῖν, ἐκχωρεῖν Φρεγέλλης, ἣν οὐ πρὸ πολλοῦ πολέμῳ κρατησάντων ἡμῶν, ὅσπερ ἐστὶ νόμος κτήσεως δικαιότατος,
μετὰ τοῦτο παραλαβὼν τὸν λόγον ὁ τῶν Ῥωμαίων εἰρηνοδίκης εἶπεν· οὐθὲν ἔτι τὸ κωλῦσόν ἐστιν, οὕτω φανερῶς ἀνῃρη- κότων ὑμῶν τὰ περὶ τῆς εἰρήνης ὅρκια .... βουλεύεσθε τὸν Ῥωμαίων δῆμον αἰτιάσασθαι. πάντα γὰρ αὐτῷ πέπρακται κατὰ τοὺς ἱερούς τε καὶ πατρίους νόμους, τά τε πρὸς τοὺς θεοὺς ὅσια καὶ τὰ πρὸς ἀνθρώπους δίκαια, δικασταὶ δὲ τῶν μενόντων ἐν ταῖς ὁμολογίαις οἱ λαχόντες πολέμους ἐπισκοπεῖν ἔσονται θεοί.