Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

συναχθείσης δὲ τῆς βουλῆς καὶ πολλῶν ῥηθέντων ἐν αὐτῇ λόγων, οὓς αἵ τε πρεσβεῖαι διεξῆλθον καὶ οἱ συναγορεύοντες αὐταῖς, διέστησαν αἱ γνῶμαι τῶν συνέδρων, καὶ οἵ γε χαριέστατοι τὰ τῶν Ῥωμαίων ἔδοξαν φρονεῖν.

ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὐδὲν ἐξηνέχθη προβούλευμα, εἰς ἑτέραν δὲ πάλιν ἕδραν ἀναβληθείσης τῆς περὶ τῶν πρεσβειῶν διαγνώσεως, ἀφικόμενοι κατὰ πλῆθος εἰς τὴν Νεάπολιν Σαυνιτῶν οἱ δυνατώτατοι καὶ τοὺς προεστηκότας τῶν κοινῶν θεραπείαις τισὶν οἰκειωσάμενοι πείθουσι τὴν βουλὴν ἐπὶ τῷ δήμῳ ποιῆσαι τὴν τοῦ συμφέροντος αἵρεσιν.

καὶ παρελθόντες εἰς τὴν ἐκκλησίαν πρῶτον μὲν τὰς ἑαυτῶν εὐεργεσίας διεξῄεσαν, ἔπειτα τῆς Ῥωμαίων πόλεως πολλὰ κατηγόρουν, ὡς ἀπίστου καὶ δολίου, τελευτῶντες δὲ τοῦ λόγου θαυμαστὰς ἐποιοῦντο τοῖς Νεαπολίταις ὑποσχέσεις, ἐὰν εἰς τὸν πόλεμον καταστῶσι, στρατιάν τε πέμψειν, ὅσης ἂν δέωνται, τὴν φυλάξουσαν αὐτῶν τὰ τείχη, καὶ ταῖς ναυσὶν ἐπιβάτας καὶ τὴν εἰρεσίαν ἅπασαν παρέξειν, οὐ μόνον καταγγέλλοντες τοῖς ἰδίοις στρατεύμασιν, ἀλλὰ κἀκείνοις ἁπάσας τὰς εἰς πόλεμον δαπάνας ἐπιχορηγοῦντες·