Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
οἱ δὲ τῶν Ῥωμαίων ὕπατοι πᾶσαν τὴν μεταξὺ γῆν ἀδεῶς διελθόντες τῶν μὲν οὐκ ἐναντιουμένων, τῶν δὲ συμπροπεμπόντων — πολλαὶ δʼ εἰσὶ δυσχωρίαι κατὰ τὴν ἐκ Ῥώμης εἰς Καμπανίαν ἄγουσαν ὁδὸν ὄρεσί τε καὶ τέλμασι καὶ θαλάτταις καὶ ποταμοῖς ναυσιπόροις διακλειόμεναι, ἃς οὐ ῥᾴδιον ἦν διελθεῖν ὑπὸ τῶν πολεμίων προκαταληφθείσας —
καί τινα καὶ ποταμόν, ὃς διὰ τῆς Κασιλίνων χώρας καὶ πόλεως φέρεται, τριάκοντα τῆς Καπύης ἀπέχοντα στάδια, Οὐολτοῦρνον ὄνομα, τεττάρων οὐκ ἐλάττω πλέθρων ὄντα τὸ πλάτος, ξυλίνῃ γεφύρᾳ διαβάντες, ἣν ἐν τρισὶ κατεσκεύασαν ἡμέραις, διεξῄεσαν, ἵνα τοῖς μὲν τὰ σφέτερα φρονοῦσι Καμπανοῖς θάρσος ὡς τὰ κράτιστα προῃρημένοις ἐγγένηται, τοῖς δὲ τἀναντία δέος.
καὶ προελθόντες ἐπέκεινα τῆς πόλεως ἀπὸ τετταράκοντα σταδίων Καπύης στρατοπεδεύονται ἐν ὑψηλῷ τόπῳ θέντες τὸν χάρακα, ἔνθα ὑπομένοντες τὰς παρὰ Σαυνιτῶν ἀγοράς τε καὶ συμμαχίας ἐκαραδόκουν. οἱ δʼ ἄρα ὑπισχνοῦντο μὲν αὐτοῖς πλείω τῶν ἱκανῶν, ἐπήρκουν δʼ οὐδὲν ὅτι καὶ λόγου ἄξιον, στρατιάν τʼ ἀγείρειν ἐκ πάσης πόλεως σκηπτόμενοι κατέτριβον