Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

εὐζώνῳ καὶ οὐδὲν ἔξω τῶν ὅπλων φερούσῃ στρατιᾷ. κρότου καταρραγέντος, ὡς ἐπὶ μεγίστῳ μὲν θεάματι, καλλίστῳ δʼ ἀκούσματι, οἵ τε βεβαίως ἄποροι καὶ οἱ πλαττόμενοι τὴν εἰς τὸ παντελὲς ἀπορίαν. Ambr.

ὅτι Μάρκος Φούριος ὁ δικτάτωρ ἀνὴρ ἦν τῶν κατὰ τὴν αὐτὴν ἀκμασάντων ἡλικίαν τά τε πολέμια λαμπρότατος καὶ τὰ πολιτικὰ φρονιμώτατος. Vales.

v.4p.250

Μάλλιος ὁ ἀριστεύσας, ὅτε εἰς τὸ Καπιτώλιον Ῥωμαῖοι κατέφυγον, κινδυνεύων διὰ τυραννίδος ἐπίθεσιν ἀπολέσθαι, βλέψας εἰς τὸ Καπιτώλιον καὶ τὰς χεῖρας ἐκτείνας εἰς τὸν ἐν αὐτῷ νεὼν τοῦ Διὸς εἶπεν· οὐδʼ ἐκεῖνος ὁ τόπος ἱκανὸς ἔσται με σῶσαι, ὃν ὑπὸ τῶν βαρβάρων κρατηθέντα διέσωσα ὑμῖν ἐγώ; ἀλλὰ καὶ τότε ὑπὲρ ὑμῶν ἀπέθνησκον καὶ νῦν ὑφʼ ὑμῶν ἀποθανοῦμαι. τότε μὲν οὖν συμπαθήσαντες ἀφῆκαν αὐτόν, ὕστερον δὲ κατὰ κρημνοῦ ἐρρίφη. αμβρ.

κρατήσας τῶν πολεμίων καὶ τὴν στρατιὰν ἐπικλύσας ταῖς ὠφελείαις Τίτος Κοίντιος δικτατορεύων ἐν ἡμέραις ἐννέα πόλεις ἐννέα πολεμίων ἔλαβεν. ληφθέντες ἀμφοτέρωθεν ἀγεληδὸν οἱ θεοστυγεῖς κατεκόπησαν. Ambr.

ὅτι οἱ Ῥωμαῖοι μεγαλοπρεπεῖς. τῶν γὰρ ἄλλων ὀλίγου δεῖν πάντων ἔν τε τοῖς κοινοῖς τῶν πόλεων πράγμασι καὶ ἐν τοῖς ἰδίοις βίοις πρὸς τὰ τελευταῖα τῶν συμβαινόντων τὰς διανοίας μεθαρμοττομένων καὶ πολλάκις ἔχθρας τε μεγάλας διὰ τὰς τυχούσας φιλανθρωπίας καταλυομένων καὶ φιλίας πολυχρονίους διὰ μικρὰ καὶ φαῦλα προσκρούματα διαιρούντων ἐκεῖνοι τοὐναντίον ἐπὶ τῶν φίλων ᾤοντο χρῆναι ποιεῖν, ταῖς τε παλαιαῖς εὐεργεσίαις χαρίζεσθαι τὰς ἐπὶ τοῖς προσφάτοις ἐγκλήμασιν ὀργάς.

θαυμαστὸν μὲν δὴ καὶ τοῦτο τῶν ἀνδρῶν· λέγω δὲ τὸ μηδενὶ μνησικακῆσαι τῶν Τυσκλάνων, ἀλλὰ πάντας ἀφεῖναι τοὺς ἐξαμαρτόντας ἀζημίους· πολλῷ δʼ ἔτι τούτου θαυμασιώτερον,

v.4p.251
ὃ μετὰ τὴν ἄφεσιν τῶν ἐγκλημάτων αὐτοῖς ἐχαρίσαντο. σκοπούμενοι γάρ, ὡς μηδὲν ἔτι τοιοῦτον ἐν τῇ πόλει γενήσεται μηδʼ ἀφορμὴν νεωτερισμοῦ λήψονταί τινες, οὔτε φρουρὰν εἰς τὴν ἀκρόπολιν αὐτῶν ᾤοντο δεῖν εἰσάγειν, οὔτε παρὰ τῶν ἐπιφανεστάτων ἀνδρῶν ὅμηρα λαμβάνειν, οὔτε ὅπλα τοὺς ἔχοντας ἀφελέσθαι, οὔτʼ ἄλλο σημεῖον οὐδὲν ἀπιστουμένης φιλίας ποιῆσαι·