Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐν δὲ τῇ Ῥώμῃ καλιάς τις Ἄρεος ἱερὰ περὶ τὴν κορυφὴν ἱδρυμένη τοῦ Παλατίου συγκαταφλεγεῖσα ταῖς πέριξ οἰκίαις ἕως ἐδάφους, ἀνακαθαιρομένων τῶν οἰκοπέδων ἕνεκα τῆς ἐπισκευῆς, ἐν μέσῃ τῇ περικαύστῳ σποδῷ τὸ σύμβολον τοῦ συνοικισμοῦ τῆς πόλεως διέσωσεν ἀπαθές, ῥόπαλον ἐκ θατέρου τῶν ἄκρων ἐπικάμπιον, οἷα φέρουσι βουκόλοι καὶ νομεῖς οἱ μὲν καλαύροπας, οἱ δὲ λαγωβόλα καλοῦντες, ᾧ Ῥωμύλος ὀρνιθευόμενος διέγραφε τῶν οἰωνῶν τὰς χώρας, ὅτε τὴν πόλιν οἰκίζειν ἔμελλεν.