Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἄνδρας ἀγαθούς. ταῦτʼ εἰπὼν καὶ μηδενὶ παραχωρήσειν ἑτέρῳ τῆς φιλοτιμίας ταύτης ὑποσχόμενος τά τε ὅπλα περιέθετο καὶ ἐπὶ τὸν πολεμιστὴν ἵππον ἀνέβη· συναχθέντος δʼ ἐπὶ τὴν θέαν τοῦ κατὰ τὴν πόλιν ὄχλου πρῶτον μὲν ηὔξατο τοῖς θεοῖς ἐπιτελῆ ποιῆσαι τὰ μαντεύματα καὶ πολλοὺς ἄνδρας ὁμοίους αὐτῷ δοῦναι τῇ πόλει τῇ Ῥωμαίων γενέσθαι· ἔπειτʼ ἐφεὶς τῷ ἵππῳ τὰς ἡνίας καὶ τὰ κέντρα προσβαλὼν ἔρριψε κατὰ τοῦ

v.4p.258
χάσματος ἑαυτόν. ἐπὶ δὲ αὐτῷ πολλὰ μὲν ἱερεῖα, πολλοὶ δὲ καρποί, πολλὰ δὲ χρήματα, πολὺς δὲ κόσμος ἐσθῆτος, πολλαὶ δὲ ἀπαρχαὶ συμπασῶν τεχνῶν δημοσίᾳ κατὰ τοῦ χάσματος ἐρρίφησαν· καὶ αὐτίκα ἡ γῆ συνῆλθεν. Ambr.

ὑπερφυές τι χρῆμα σώματος ἦν ὁ Κελτός, οἷος ὑπεραίρειν πολὺ τὴν κοινὴν φύσιν. Ambr. Λικίνιος Στόλων, ὁ δεκάκις δημαρχήσας καὶ τοὺς νόμους εἰσηγησάμενος ὑπὲρ ὧν ἡ δεκαετὴς στάσις ἐγένετο, ἁλοὺς ἐν δίκῃ καὶ ὑπὸ τοῦ δήμου καταψηφισθεὶς τίμημα ἀργυρικὸν εἶπεν, ὅτι θηρίον οὐδέν ἐστι δήμου μιαρώτερον, ὃς οὐδὲ τῶν σιτιζόντων ἀπέχεται. Ambr.

τοῦ ὑπάτου Μαρκίου Πριβερνάτας πολιορκοῦντος, ἐπεὶ οὐδεμία τούτοις σωτηρίας ἐλπὶς ὑπελείπετο, ἐπρεσβεύοντο πρὸς αὐτόν· τοῦ δʼ εἰπόντος· φράσατέ μοι, πῶς αὐτοὶ κολάζετε τοὺς ἀφισταμένους ὑμῶν οἰκέτας; ἀποκρίνεται πρὸς αὐτὸν ὁ πρεσβευτής· ὡς δεῖ κολάζεσθαι τοὺς ποθοῦντας ἀπολαβεῖν τὴν ἔμφυτον ἐλευθερίαν.