Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ δὲ ποταμὸν εἶναί τινα λέγουσι Κελτὸν ἐκ τῆς Πυρρήνης ἀναδιδόμενον, ἀφʼ οὗ πρῶτον μὲν τὴν συνεγγύς, ἔπειτα δὲ καὶ τὴν ἄλλην χώραν σὺν χρόνῳ κληθῆναι Κελτικήν. φασὶ δὲ καί τινες, ὅτι τοῖς πρώτοις Ἕλλησιν εἰς τήνδε τὴν γῆν περαιουμένοις αἱ νῆες ἀνέμῳ βιαίῳ φερόμεναι κατὰ τὸν κόλπον ἔκελσαν τὸν Γαλατικόν, οἱ δʼ ἄνδρες, ἐπειδὴ τοῦ αἰγιαλοῦ ἐλάβοντο, Κελσικὴν ἀπὸ τοῦ συμβάντος αὐτοῖς πάθους τὴν χώραν ἐκάλεσαν, ἣν ἑνὸς ἀλλαγῇ γράμματος οἱ μεταγενέστεροι Κελτικὴν ὠνόμασαν. Ambr.

Ἀθήνῃσι μὲν ἐν τοῦ γηγενοῦς Ἐρεχθέως τῷ σηκῷ ἱερά τις ὑπʼ Ἀθηνᾶς φυτευθεῖσα ἐλαία κατὰ

v.4p.249
τὴν ἔριν τὴν γενομένην αὐτῇ πρὸς Ποσειδῶνα περὶ τῆς χώρας, ἅμα τοῖς ἄλλοις τοῖς ἐν τῷ ἱερῷ οὖσιν ἐμπρησθεῖσα ὑπὸ τῶν βαρβάρων, ὅτε τῆς ἀκροπόλεως ἐκράτησαν, δευτέρᾳ τῆς ἐμπρήσεως ἡμέρᾳ βλαστὸν ἐκ τοῦ στελέχους ἀνῆκεν ὅσον τε πηχυαῖον, δῆλον ἅπασι ποιῆσαι βουλομένων τῶν θεῶν, ὅτι ταχέως ἑαυτὴν ἡ πόλις ἀναλαβοῦσα βλαστοὺς ἀντὶ τῶν παλαιῶν ἐξοίσει νέους.