Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐπεὶ δὲ τὰ ὅρκια ἐπετέλεσαν καὶ τὸ χρυσίον οἱ Ῥωμαῖοι κατήνεγκαν, σταθμὸς μὲν ἦν, ὃν ἔδει τοὺς Κελτοὺς λαβεῖν, ε καὶ κ τάλαντα· τεθέντος δὲ τοῦ ζυγοῦ πρῶτον μὲν αὐτὸ τὸ τάλαντον ὁ Κελτὸς βαρύτερον τοῦ δικαίου παρῆν φέρων, ἔπειτα ἀγανακτούντων πρὸς τοῦτο τῶν Ῥωμαίων τοσούτου ἐδέησε μετριάσαι περὶ τὸ δίκαιον, ὥστε καὶ τὴν μάχαιραν ἅμα τῇ θήκῃ καὶ τῷ ζωστῆρι περιελόμενος ἐπέθηκε τοῖς σταθμοῖς.
τῷ δὲ ταμίᾳ πυνθανομένῳ, τί θέλει τοῦτʼ εἶναι τὸ ἔργον, ἀπεκρίνατο τούτοις τοῖς ὀνόμασιν· ὀδύνη τοῖς κεκρατημένοις. ἐπεὶ δὲ ὁ συγκείμενος σταθμὸς οὐκ ἐξεπληροῦτο διὰ τὴν τοῦ Κελτοῦ πλεονεξίαν, ἀλλὰ καὶ τὸ τρίτον ἐνέδει μέρος, ἀπῄεσαν οἱ Ῥωμαῖοι χρόνον εἰς συμπορισμὸν τοῦ λείποντος αἰτησάμενοι· ὑπέμειναν δὲ ταύτην τὴν ὑπερηφανίαν τῶν βαρβάρων οὐθὲν ἐγνωκότες τῶν ἐπὶ τοῦ στρατοπέδου
ἡ δὲ αἰτία τῆς εἰς Ἰταλίαν τῶν Κελτῶν ἀφίξεως τοιάδε ἦν. Λοκόμων τις Τυρρηνῶν ἡγεμὼν μέλλων τελευτᾶν τὸν βίον ἀνδρὶ πιστῷ Ἄρροντι ὄνομα παρακατέθετο τὸν υἱὸν ἐπιτροπεύειν· τελευτήσαντος δὲ τοῦ Τυρρηνοῦ παραλαβὼν τὴν ἐπιμέλειαν τοῦ παιδίου ὁ Ἄρρων ἐπιμελὴς καὶ δίκαιος γέγονε τῆς πίστεως φύλαξ, καὶ εἰς ἄνδρας ἐλθόντι πᾶσαν ἀπέδειξε τῷ παιδὶ τὴν καταλειφθεῖσαν ὑπὸ τοῦ πατρὸς οὐσίαν. ἀνθʼ ὧν οὐχ ὁμοίας ἐκομίσατο παρὰ τοῦ μειρακίου χάριτας.
οὔσης γὰρ αὐτῷ γυναικὸς εὐμόρφου καὶ νέας, ἧς περὶ πλείστου τὴν κοινωνίαν ἐποιεῖτο, σώφρονος τὸν ἄλλον χρόνον ἅπαντα γενομένης ἐρασθεὶς ὁ νεανίσκος ἅμα τῷ σώματι καὶ τὴν διάνοιαν τῆς ἀνθρώπου διέφθειρεν, καὶ οὐκέτι κρύβδα, ἀλλʼ ἀναφανδὸν ἐζήτει αὐτῇ διαλέγεσθαι. ἀχθόμενος δὴ ὁ Ἄρρων τῷ ἀποσπασμῷ τῆς γυναικὸς καὶ ἐφʼ οἷς ὑβρίζετο πρὸς ἀμφοτέρων δυσανασχετῶν, τιμωρίαν δὲ οὐ δυνάμενος παρʼ αὐτῶν λαβεῖν, ἀποδημίαν ἐστείλατο πρόφασιν αὐτῆς ποιησάμενος ἐμπορίαν.