Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐνθάδε τις τῶν ἐσχηκότων τὴν ὕπατον ἀρχήν, Μάρκος Μάλλιος, ἁρπάσας τὰ ὅπλα καὶ συστὰς τοῖς βαρβάροις τόν τε πρῶτον ἀναβάντα καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ τὸ ξίφος φέροντα φθάσας παίει κατὰ τοῦ βραχίονος καὶ ἀποκόπτει τὸν ἀγκῶνα·
καὶ τὸν ἐπὶ τούτῳ πρὶν ἢ εἰς χεῖρας ἐλθεῖν ὀρθῷ τῷ θυρεῷ πατάξας εἰς τὸ πρόσωπον ἀνατρέπει καὶ κείμενον ἀποσφάττει, ἔπειτα τοὺς ἄλλους τεταραγμένους ἤδη ἐλαύνων ὑπὸ πόδας, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ κατὰ τοῦ κρημνοῦ διώκων ἐξέχεεν. ἀντὶ ταύτης εὕρετο τῆς ἀριστείας τὴν πρέπουσαν τῷ τότε καιρῷ δωρεὰν παρὰ τῶν κατεχόντων τὸ Καπιτώλιον, οἴνου καὶ
ζέας τὴν ἐφήμερον ἀνδρὸς ἑκάστου τροφήν. περὶ δὲ τῶν ἐν ἐκείνῳ τῷ τόπῳ τὴν φυλακὴν ἐκλιπόντων,