Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
μετʼ οὐ πολὺ δὲ οἱ δήμαρχοι Καμίλλῳ φθονήσαντες ἐκκλησίαν κατʼ αὐτοῦ συνήγαγον καὶ ἐζημίωσαν αὐτὸν δέκα μυριάσιν ἀσσαρίων, οὐκ ἀγνοοῦντες, ὅτι πολλοστόν τι μέρος ὁ βίος ἦν αὐτῷ τοῦ κατακρίματος, ἀλλʼ ἵνʼ ἀπαχθεὶς εἰς τὸ δεσμωτήριον ὑπὸ τῶν δημάρχων ἀσχημονήσῃ ὁ τοὺς ἐπιφανεστάτους κατορθώσας πολέμους. τὸ μὲν οὖν ἀργύριον οἱ πελάται τε καὶ συγγενεῖς αὐτοῦ συνεισενέγκαντες ἐκ τῶν ἰδίων χρημάτων ἀπέδοσαν, ὥστε μηδεμιᾶς πειραθῆναι ὕβρεως, ὁ δʼ ἀνὴρ ἀφόρητον ἡγούμενος τὸν προπηλακισμὸν ἐκχωρεῖν ἔγνω τῆς πόλεως.
γενόμενος δὲ πλησίον τῶν πυλῶν καὶ τοὺς παρόντας ἀσπασάμενος ὀλοφυρομένους καὶ δακρύοντας, οἵου στέρεσθαι μέλλοιεν ἀνδρός, πολλὰ κατὰ τῶν παρειῶν ἀφεὶς δάκρυα καὶ τὴν κατασχοῦσαν αὐτὸν ἀσχημοσύνην ἀνακλαυσάμενος, εἶπεν· ὦ θεοὶ καὶ δαίμονες, ἔφοροι τῶν ἀνθρωπίνων ἔργων, ὑμᾶς ἀξιῶ δικαστὰς γενέσθαι μοι τῶν τε πρὸς τὴν πατρίδα πολιτευμάτων καὶ παντὸς τοῦ παρεληλυθότος βίου·
ἔπειτʼ, ἐὰν μὲν ἔνοχον εὕρητέ με ταῖς αἰτίαις, ἐφʼ αἷς ὁ δῆμος κατεψηφίσατό μου, πονηρὰν καὶ ἀσχήμονα τελευτὴν δοῦναι τοῦ βίου, ἐὰν δʼ ἐν ἅπασιν, οἷς ἐπιστεύθην ὑπὸ τῆς πατρίδος ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους, εὐσεβῆ καὶ δίκαιον καὶ πάσης
ὑπήκουσαν δὲ αὐτοῦ ταῖς εὐχαῖς οἱ θεοί, καὶ ὑπὸ Κελτῶν μετὰ μικρὸν ἡ πόλις ἑάλω ἄνευ τοῦ Καπιτωλίου. καταφυγόντων δὲ ἐν αὐτῷ τῶν περιφανεστέρων — τὸ γὰρ ἄλλο πλῆθος ἐν ταῖς Ἰταλικαῖς φεῦγον διεσπάρη πόλεσι — καὶ πολιορκουμένων ὑπὸ Κελτῶν, οἳ παρὰ τὴν Οὐιεντανῶν πόλιν καταφυγόντες Ῥωμαῖοι Καιδίκιόν τινα στρατοπεδάρχην ποιοῦσιν· ὁ δὲ Κάμιλλον ἀποδείκνυσι καὶ ταῦτʼ ἀπόντα ἡγεμόνα πολέμου καὶ εἰρήνης ἐξουσίαν ἔχοντα αὐτοκράτορα.