Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐν δὲ τῇ ἀρχῇ τῶν μετὰ τὸν Κάμιλλον ὑπάτων νόσος εἰς Ῥώμην κατέσκηψε λοιμικὴ τὴν ἀρχὴν ἀπό τε ἀνομβρίας καὶ αὐχμῶν λαβοῦσα ἰσχυρῶν, ὑφʼ ὧν κακωθεῖσα ἥ τε δενδρῖτις καὶ ἡ σιτοφόρος ὀλίγους μὲν ἀνθρώποις καρποὺς ἐξήνεγκε καὶ νοσερούς,
ὀλίγην δὲ καὶ πονηρὰν βοσκήμασι νομήν. προβάτων μὲν οὖν καὶ τῶν ἄλλων ὑποζυγίων ἀναρίθμητόν τι διεφθάρη πλῆθος οὐ χιλοῦ σπανισάμενον μόνον, ἀλλὰ καὶ ποτοῦ· τοσαύτη γὰρ τῶν τε ποταμίων καὶ τῶν ἄλλων ναμάτων ἐπίλειψις ἐγένετο, ἡνίκα μάλιστα κάμνει πάντα δίψει τὰ βοτά.