Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τῆς δὲ πράξεως περιφανοῦς γενομένης συλληφθέντες οἱ πρῶτοι συνθέντες τὴν ἐπιβουλὴν καὶ μαστιγωθέντες ἐπὶ τοὺς σταυροὺς ἀπήχθησαν· τῶν δὲ μηνυσάντων αὐτούς, ὄντων δυεῖν, ἐλευθερίαν τε καὶ δραχμὰς χιλίας ἑκάτερος ἔλαβεν ἐκ τοῦ δημοσίου. Ambr.
ἔσπευδε τὸν πόλεμον συντελέσαι ἐν ὀλίγαις ἡμέραις ὁ Ῥωμαίων χιλίαρχος ὡς δὴ ῥᾴδιόν τι πρᾶγμα καὶ κατὰ χειρὸς αὐτῷ γενησόμενον ὑποχειρίους ποιήσασθαι μίᾳ μάχῃ τοὺς πολεμίους.
τῷ δὲ ἡγεμόνι τῶν πολεμίων ἐνθυμουμένῳ τό τε ἐμπειροπόλεμον τῶν Ῥωμαίων καὶ τὸ ἐν τοῖς κινδύνοις καρτερικὸν μάχην μὲν ἐκ παρατάξεως ἴσην καὶ φανερὰν ποιεῖσθαι πρὸς αὐτοὺς οὐκ ἐδόκει, διαστρατηγεῖν δὲ τὸν πόλεμον ἀπάταις τισὶ καὶ δόλοις καὶ παρατηρεῖν, εἴ τι πλεονέκτημα καθʼ ἑαυτῶν ἐκεῖνοι παρέξουσιν. Ambr.