Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τοῦτον δέ φασι λαβόντα τὸ ξιφίδιον ὑπὸ μάλης ἐλθεῖν πρὸς τὸν Μαίλιον πορευόμενον ἐκ τῆς ἀγορᾶς καὶ προσελθόντα εἰπεῖν, ὅτι βούλεται περὶ πράγματος ἀπορρήτου καὶ μεγάλου διαλεχθῆναι πρὸς αὐτόν. κελεύσαντος δὲ τοῦ Μαιλίου μικρὸν ἀποχωρῆσαι τοὺς ἐγγὺς αὐτῷ παρόντας, ἐπειδὴ
ἀκούσαντας δὲ τὸ τῆς βουλῆς ὄνομα τοὺς ὡρμηκότας παίειν τε καὶ βάλλειν αὐτὸν ἀποτραπέσθαι καὶ μηδὲν εἰς αὐτὸν παρανομῆσαι. ἐκ τούτου καὶ τὴν ἐπωνυμίαν τὸν Ἄλαν αὐτῷ τεθῆναι λέγουσιν, ὅτι τὸ ξίφος ἔχων ὑπὸ μάλης ἦλθεν ἐπὶ τὸν ἄνδρα· ἄλας γὰρ καλοῦσι Ῥωμαῖοι τὰς μάλας.
ἀναιρεθέντος δὲ τοῦ ἀνδρὸς καθʼ ἕτερον τρόπον συνελθοῦσα ἡ βουλὴ τήν τε οὐσίαν αὐτοῦ εἶναι δημοσίαν ἐψηφίσατο καὶ τὴν οἰκίαν ἕως ἐδάφους κατασκαφῆναι. οὗτος ὁ τόπος ἔτι καὶ εἰς ἐμὲ ἦν ἐν πολλαῖς ταῖς πέριξ οἰκίαις μόνος ἀνειμένος ἔρημος, καλούμενος ὑπὸ Ῥωμαίων Αἰκυμήλιον· ὡς ἂν ἡμεῖς εἴποιμεν ἰσόπεδον Μήλιον. αἶκον γὰρ ὑπὸ Ῥωμαίων τὸ μηδεμίαν ἔχον ἐξοχὴν καλεῖται· τόπον οὖν τινα Αἶκον Μήλιον ἐξ ἀρχῆς κληθέντα, ὕστερον συμφθαρέντων δὲ ἀλλήλοις κατὰ τὴν μίαν ἐκφορὰν τῶν ὀνομάτων Αἰκυμήλιον ἐκάλεσαν. τῷ δὲ τὴν κατὰ τοῦ