Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
σύμμαχος ἀφίκετο· ἀχθόμενον δὲ τῷ συγκυρήματι καὶ πολεμίαν ὄψιν ἐφʼ ἱεροῖς φανεῖσαν ὡς πονηρὸν οἰωνὸν ἀφοσιώσασθαι βουλόμενον, ἐγκαλύψασθαί τε καὶ στραφῆναι· μετὰ δὲ τὴν ἀπαλλαγὴν τοῦ πολεμίου χερνιψάμενον αὖθις ἐπιτελέσαι τὴν θυσίαν.
γενομένων δὲ τῶν ἱερῶν κρειττόνων ἡσθῆναί τε τῷ συγκυρήματι καὶ φυλάττειν ἐπὶ πάσης εὐχῆς τὸ αὐτὸ ἔθος, τούς τε ἀπʼ ἐκείνου γενομένους ὡς ἕν τι τῶν περὶ τὰς ἱερουργίας νομίμων καὶ τοῦτο διατηρεῖν.