Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
λόγους διεξιὼν αὐθάδεις ὑπὲρ ἑαυτοῦ· ὅς γε πρῶτον μὲν καθεζόμενος ἐπὶ βήματος περιφανοῦς, ὥσπερ ἔθος ἦν τοῖς τὰς ἀρχὰς ἔχουσιν, ἐχρημάτιζε τοῖς προσιοῦσι δι’ ἡμέρας περὶ τὴν σιτοδοσίαν, ἐκβαλὼν τῆς τιμῆς ταύτης τὸν ἀποδειχθέντα ἔπαρχον ὑπὸ τῆς βουλῆς·
ἔπειτα συνεχεῖς ποιούμενος ἐκκλησίας οὐκ ὂν ἐν ἔθει Ῥωμαίοις ἰδιώτην ἐκκλησίαν συνάγειν πολλὰ μὲν τοῦ
ἠξίου τε πρὸς τὰ τῶν ἄλλων ἔργα πατρικίων τὰ ὑφʼ ἑαυτοῦ πραττόμενα ἐξετάζειν, ὡς πολὺ καὶ τὸ πᾶν ἀλλήλων διαφέροντα. ἐκείνους μὲν γὰρ οὐδὲν ἐκ τῶν ἰδίων εἰς τὸ κοινὸν ἀναλίσκοντας ἔτι καὶ τὴν δημοσίαν γῆν σφετερισαμένους πολὺν ἤδη καρποῦσθαι χρόνον, ἑαυτὸν δὲ τῶν δημοσίων οὐδὲν ἔχοντα ἔτι καὶ τὴν πατρῴαν καταχορηγεῖν οὐσίαν εἰς βοήθειαν τῶν ἀπόρων καί, ἐπειδὰν τὰ ὄντα καταναλώσῃ, δανείσματα ποιεῖσθαι παρὰ φίλων οὐθὲν ἀντικαταλλαττόμενον τῆς τοιαύτης φιλοτιμίας ὅτι μὴ τὴν πολιτικὴν εὔνοιαν, ἧς οὐδὲ τὸν ἐξ ἀνθρώπων πλοῦτον ἡγεῖσθαι τιμιώτερον.
οἱ δὲ περὶ αὐτὸν συνεστῶτες ἀεὶ σωτῆρα καὶ πατέρα καὶ κτίστην ἀπεκάλουν τῆς πατρίδος καὶ τὴν μὲν ὑπατικὴν ἐξουσίαν ἐλάττονα χάριν ἢ κατὰ τὸ μέγεθος τῶν
ἣν καὶ γένος ἕξει τὸ ἐξ ἐκείνου. ὡς δὲ καὶ τὴν τρίτην ἔξοδον ποιησάμενος ἐπὶ τὰ παραθαλάττια τῆς Ἰταλίας ἔκ τε Κύμης καὶ τῶν περὶ Μισηνὸν λιμένων σιτηγοὺς ὁλκάδας ἄγων πολλὰς κατέπλευσεν εἰς Ὠστίαν, ὃ τῆς Ῥώμης ἐστὶν ἐπίνειον, καὶ % κατέπαυσε ταῖς τροφαῖς τὴν πόλιν, ὡς μηδὲν ἔτι τῆς ἀρχαίας εὐετηρίας διαφέρειν, ἅπας ὁ δῆμος ἕτοιμος ἦν, εἰ γένοιτο τῆς ψήφου κύριος ἐν ἀρχαιρεσίαις, εἴτε ὑπατείαν εἴτε ἄλλην τινὰ τιμὴν μετίοι, μηδενὸς ἐπιτρέποντος μήτε νόμου κωλύοντος μήτʼ ἀνδρὸς ἐναντιουμένου χαρίζεσθαι.
ταῦτα ὁρῶντες οἱ προεστηκότες τῆς ἀριστοκρατίας καὶ οὔτε ἐπιτρέπειν ἀξιοῦντες οὔτε κωλύειν δύναμιν ἔχοντες ἐν πολλῇ πάντες ἦσαν ἀθυμίᾳ· καὶ ἔτι μᾶλλον διεταράχθησαν, ἐπειδὴ κωλυόντων ἐκκλησίας συνάγειν αὐτὸν καὶ δημηγορεῖν τῶν τε δημάρχων καὶ ὑπάτων, συστραφεὶς ὁ δῆμος ἐκείνους μὲν ἐξέβαλεν ἐκ τῆς ἀγορᾶς, τῷ δὲ
Μαιλίῳ πολλὴν ἄδειαν καὶ ῥώμην παρέσχεν. ἐν τοιαύτῃ δὴ καταστάσει τῆς πόλεως ὑπαρχούσης ὁ τῆς ἀγορᾶς ἀποδειχθεὶς ἔπαρχος, ἀχθόμενος μὲν ἐπὶ τοῖς προπηλακισμοῖς τῶν λόγων, οἷς αὐτὸν ὑβρίζων ὁ Μαίλιος ἐν ταῖς ἐκκλησίαις διετέλει, δεδοικὼς δὲ τὸν ἄνδρα μάλιστα τῶν ἄλλων, εἴ τινος ἐπιλάβοιτο ἀρχῆς, μὴ πρότερον τῆς ἀριστοκρατίας αὑτὸν ποιήσηται ἢ τὸν
πολλῶν δὲ ὄντων, οἷς ὁ ἀνὴρ συνεργοῖς ἐχρῆτο τῶν ἀπορρήτων, καὶ οὔτε τὰς φύσεις ὁμοίων οὔτε τὰς γνώμας παραπλησίων ἔμελλέ τις ὅπερ εἰκὸς οὐ βέβαιος αὐτῷ ἔσεσθαι φίλος, ἢ διὰ φόβον ἢ διὰ κέρδος ἴδιον· ᾧ τὰ πιστὰ δοὺς ὁ Μηνύκιος ὑπὲρ τοῦ μηδενὶ φράσειν ὅστις ἦν, ἅπασαν ἔγνω τήν τε διάνοιαν τοῦ Μαιλίου καὶ τὴν παρασκευήν.
ὡς δὲ καὶ τεκμήριον ἔλαβεν ἀναμφίλεκτον καὶ τὴν πρᾶξιν ἐν χερσὶν οὖσαν ἔγνω, λέγει πρὸς τοὺς ὑπάτους· ἐκεῖνοι δʼ οὐκ ἀξιοῦντες ἐφʼ ἑαυτοῖς ποιῆσαι μόνοις ἐπιχειρήσεως τηλικαύτης ἐξέτασιν εἰς τὴν βουλὴν ᾤοντο δεῖν τὸ πρᾶγμα εἰσφέρειν, καὶ συνεκάλουν τὸ συνέδριον εὐθὺς ὡς περὶ πολέμου δή τινος ὑπερορίου βουλευσόμενοι.
πληρωθέντος δὲ τοῦ συνεδρίου διὰ ταχέων παρελθὼν ἅτερος αὐτῶν ἔλεξεν, ὅτι πρᾶξις αὐτοῖς μεμήνυται συσκευαζομένη κατὰ τῆς πόλεως