Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

πληρωθέντος δὲ τοῦ συνεδρίου διὰ ταχέων παρελθὼν ἅτερος αὐτῶν ἔλεξεν, ὅτι πρᾶξις αὐτοῖς μεμήνυται συσκευαζομένη κατὰ τῆς πόλεως

v.4p.218
πολλῆς πάνυ καὶ ταχείας φυλακῆς δεομένη διὰ τὸ τοῦ κινδύνου μέγεθος· ταύτης δʼ ἔφη μηνυτὴν οὐ τῶν ἐπιτυχόντων εἶναί τινα πολιτῶν, ἀλλʼ ὃν αὐτοὶ διʼ ἀρετὴν ἐπὶ τῆς μεγίστης τε καὶ ἀναγκαιοτάτης τῷ κοινῷ χρείας ἔταξαν, δοκιμάσαντες αὐτοῦ τήν τε πίστιν καὶ τὴν πρὸς τὰ κοινὰ φιλοτιμίαν ἐκ τῶν παρὰ πάντα τὸν βίον ἐπιτηδευομένων. μετεώρου δὴ τῆς βουλῆς ἐπὶ τῇ προσδοκίᾳ γενομένης ἐκάλει τὸν Μηνύκιον, κἀκεῖνος ἔλεξεν· ζήτει ἐν τῷ περὶ δημηγοριῶν. εσξ.

ὡς δʼ ἐμηνύθη τῇ βουλῇ, δικτάτορα προχειρίζονται, ὁ δὲ τὸν ἱππάρχην ἐκέλευσεν ἔχοντι τοὺς ἱππεῖς ἥκειν ὡς αὐτὸν περὶ μέσας νύκτας, τοῖς δὲ βουλευταῖς εἰς τὸ Καπιτώλιον ἕωθεν ἔτι συλλέγεσθαι, τῷ δὲ Μηνυκίῳ τόν τε μηνυτὴν ἄγοντι καὶ τὰς ἄλλας ἀποδείξεις κομίζοντι πρὸς τὸ βῆμα παρεῖναι, ἅπασι δὲ φυλάττειν ἀπόρρητα πρὸς τοὺς ἔξω τοῦ συνεδρίου τὰ βουλεύματα· μίαν εἶναι λέγων ἀσφάλειαν, εἰ μηδὲν ὁ Μαίλιος ἀκούσειε τῶν περὶ αὐτοῦ λεγομένων τε καὶ

πραττομένων. διατάξας δὲ τἆλλα ὅσων ἐδεῖτο, μέχρι δύσεως ἡλίου πάντας ἐν τῷ βουλευτηρίῳ κατασχὼν σκότους ὄντος ἤδη διέλυσε τὸν σύλλογον· ὡς δὲ μέση νὺξ ἐγένετο, προελθὼν ἐκ τῆς οἰκίας ... ἐξῄει περὶ τὸν ὄρθρον τοὺς ἐπιλέκτους ἀμφοτέρων τῶν ὑπάτων ἐπαγόμενος καὶ αὐτοὺς τοὺς ὑπάτους.

οὗτοι μὲν οὖν

v.4p.219
τὸ Καπιτώλιον ἅμα τοῖς βουλευταῖς ἕωθεν κατειληφότες ἐφρούρουν· ὁ δὲ Μαίλιος οὐδὲν ἀκηκοὼς τούτων ἡμέρας γενομένης προελθὼν εἰς τὴν ἀγορὰν ἐχρημάτιζε τοῖς δεομένοις ἐπὶ τοῦ βήματος καθεζόμενος· καὶ μετʼ οὐ πολὺ παρῆν ὁ ἵππαρχος Σερουίλιος πρὸς αὐτὸν ἄγων τοὺς ἀκμαιοτάτους τῶν ἱππέων ἔχοντας ὑπὸ τοῖς ἱματίοις ξίφη καὶ στὰς πλησίον αὐτοῦ λέγει·

ὁ δικτάτωρ σε κελεύει, Μαίλιε, πρὸς αὐτὸν ἥκειν· κἀκεῖνος ὑποτυχών, ποῖος, ἔφη, κελεύει με, Σερουίλιε, δικτάτωρ πρὸς αὐτὸν ἐλθεῖν, ὁ ποῦ καὶ πότε γενόμενος; καὶ ἅμα διαταραχθεὶς περιέβλεψεν εἰς τοὺς περὶ τὸ βῆμα. ἀφασίας δὲ ἅπαντας κατασχούσης διὰ τὸ μηδένα γιγνώσκειν τὰ πραχθέντα ὑπὸ τῆς βουλῆς λέγει πάλιν ὁ Σερουίλιος· εἰσηγγέλθης χθὲς εἰς τὴν βουλήν, ὦ Μαίλιε, νεωτέροις ἐπιχειρεῖν πράγμασιν, ἴσως οὐκ ἀληθῶς· οὐδενὸς γὰρ ἄξιον ἀπὸ τῆς αἰτίας προκαταγιγνώσκειν.

ταύτην ἐξετάσαι τὴν μήνυσιν ἡ βουλὴ προελομένη δικτάτορος ἔφησε δεῖν τοῖς πράγμασιν, ὡς οὐ τὸν ἐλάχιστον τῶν κινδύνων τρέχουσα, καὶ ἀπέδειξε τῆς ἐξουσίας ταύτης κύριον Λεύκιον Κοίντιον Κικιννᾶτον, ὃν οἶσθα δήπου καὶ σὺ κράτιστον ὄντα τῶν πατρικίων καὶ δὶς ἤδη ταύτην ἀνεπιλήπτως τετελεκότα τὴν ἀρχήν.