Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν, ὅτε καὶ τῶν βουλευτῶν ὀλίγοι μέν τινες οἱ κατὰ συγγένειαν ἢ φιλίαν προσήκοντες ὑμῖν ὑπομένουσιν ἐντὸς τείχους, οἱ δʼ ἄλλοι τὴν ἐρημίαν ποθεινοτέραν ἡγοῦνται τῆς πατρίδος; ὅτε γοῦν ἐδέησεν ὑμῖν καλέσαι τὴν βουλήν, ἐκ τῶν ἀγρῶν καθʼ ἕνα καλούμενοι συνῆλθον, οἷς πάτριον ἦν ἅμα ταῖς ἀρχαῖς διὰ φυλακῆς ἔχειν τὴν πατρίδα καὶ
μηδενὸς ἀπολείπεσθαι τῶν κοινῶν. ἆρʼ οὐν τἀγαθὰ φεύγοντας ὑπολαμβάνετε ἀνθρώπους καταλιπεῖν τὰς ἑαυτῶν πατρίδας ἢ τὰ κακά; ἐγὼ μὲν γὰρ οἴομαι τὰ κακά. καίτοι τίνος ἔλαττον οἴεσθʼ εἶναι κακὸν πόλει καὶ ταῦτα τῇ Ῥωμαίων, ᾗ πολλῶν οἰκείων δεῖ σωμάτων, εἰ μέλλει βεβαίως καθέξειν τὴν τῶν προσοίκων ἀρχήν, τὸ καταλείπεσθαι μὲν ὑπὸ τῶν δημοτικῶν, ἐρημοῦσθαι δʼ ὑπὸ τῶν πατρικίων, οὔτε πολέμου κατασχόντος αὐτὴν οὔτε νόσου λοιμικῆς οὔτʼ ἄλλης θεηλάτου συμφορᾶς οὐδεμιᾶς;
βούλεσθε οὖν ἀκοῦσαι, τίνες εἰσὶν αἱ βιαζόμεναι τοὺς ἀνθρώπους καταλιπεῖν αἰτίαι ἱερὰ καὶ τάφους προγόνων καὶ ἐξερημοῦν ἐφέστια καὶ κτήσεις πατέρων καὶ πᾶσαν ἡγεῖσθαι γῆν ἀναγκαιοτέραν τῆς πατρίδος; οὐ γὰρ ἄτερ αἰτίας ταῦθʼ οὕτως ἔχει. ἐγὼ δὴ φράσω πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι.
κατηγορίαι γίνονται τῆς ἀρχῆς ὑμῶν, Ἄππιε, πολλαὶ καὶ παρὰ πολλῶν· εἰ μὲν ἀληθεῖς ἢ ψευδεῖς οὐδὲν δέομαι ζητεῖν ἐν τῷ παρόντι, γίνονται δʼ οὖν ὅμως. οὐδεὶς δʼ, ὡς εἰπεῖν, ἔξω τῶν ὑμετέρων ἑταίρων οἰκείως τοῖς παροῦσιν ἔχει πράγμασιν. οἱ μέν γʼ ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, οἷς προσῆκεν ἱερᾶσθαί τε καὶ ἄρχειν καὶ τὰς ἄλλας καρποῦσθαι τιμάς, ἃς οἱ πατέρες αὐτῶν ἐκαρποῦντο, ἄχθονται τούτων ἀπελαυνόμενοι διʼ ὑμᾶς τὰς προγονικὰς ἀξιώσεις ἀπολωλεκότες.