Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τῷ δʼ ἑξῆς ἐνιαυτῷ πάλιν ὑπάτους ψηφισαμένου τοῦ δήμου κατασταθῆναι παραλαμβάνουσι τὴν ὕπατον ἀρχὴν τῇ διχομήνιδι τοῦ Δεκεμβρίου μηνὸς Μάρκος Γεγάνιος Μακερῖνος τὸ δεύτερον καὶ Τίτος Κοίντιος Καπιτωλῖνος τὸ πέμπτον.

οὗτοι διδάξαντες τὴν βουλήν, ὅτι πολλὰ μὲν καὶ ἄλλα πράγματα διὰ τὰς συνεχεῖς τῶν ὑπάτων στρατείας ἠμελημένα παρεῖται, πάντων δʼ ἀναγκαιότατον τὸ περὶ τὰς τιμήσεις τῶν βίων νόμιμον, ἐξ ὧν ὅ τʼ ἀριθμὸς τῶν ἐχόντων τὴν στρατεύσιμον ἡλικίαν ἐγινώσκετο καὶ τῶν χρημάτων τὸ πλῆθος, ἀφʼ ὧν ἔδει τὰς εἰς τὸν πόλεμον εἰσφορὰς ἕκαστον τελεῖν, οὐδεμιᾶς τιμήσεως ἐντὸς ἑπτακαίδεκα

v.4p.212
ἐτῶν γενομένης ἀπὸ τῆς Λευκίου Κορνηλίου καὶ Κοίντου Φαβίου ὑπατείας· ὥστε καταλιπεῖν οἱ πονηρότατοί τε καὶ ἀσελγέστατοι Ῥωμαίων, ἀλλὰ τόπον μεταλαμβάνειν, ἐν ᾧ περίεστι ζῆν αὐτοῖς, ὡς προῄρηνται.

v.4p.213

ὅτι λιμοῦ κατὰ τὴν Ῥώμην γενομένου ἰσχυροῦ ἀνήρ τις οἴκου τε οὐκ ἀφανοῦς καὶ χρήμασιν ἐν τοῖς μάλιστα δυνατός, Σπόριος Μαίλιος Εὐδαίμων ἐπίκλησιν ἐπὶ τῆς πολλῆς εὐπορίας νεωστὶ μὲν παρειληφὼς τὸν οἶκον τοῦ πατρός, ἡλικίαν δὲ καὶ τάξιν ἔχων ἱππικήν, οἷα μήτε ἀρχὰς παραλαμβάνειν μήτε ἄλλην κοινὴν ἐπιμέλειαν μηδεμίαν, λαμπρὸς εἰ καί τις ἄλλος τὰ πολέμια καὶ πολλοῖς κεκοσμημένος ἀριστείοις, κράτιστον ὑπολαβὼν καιρὸν ἐπιθέσει τυραννίδος, ἐπὶ δημαγωγίαν τοῦ πλήθους ἐτράπετο, τὴν ῥᾳστώνην τῶν ἐπὶ τυραννίδα φερουσῶν ὁδῶν.

ἔχων δὲ πολλοὺς ἑταίρους καὶ πελάτας ἄλλους ἄλλῃ διέπεμψε χρήματα δοὺς ἐκ τῶν ἰδίων εἰς συναγυρμοὺς τροφῆς καὶ αὐτὸς εἰς Τυρρηνίαν ᾤχετο. ἐν βραχεῖ δὲ χρόνῳ διʼ ἑαυτοῦ τε καὶ τῶν ἑταίρων πολλὴν κατακομίσας ἀγορὰν διεμέτρει τοῖς πολίταις, ἀντὶ δώδεκα δραχμῶν διδράχμου ἀπομετρῶν

v.4p.214
τὸν μόδιον· ὅσους δὲ αἴσθοιτο παντάπασιν ἀδυνάτους καὶ μηδʼ ὑπὲρ τῆς ἐφημέρου τροφῆς ἔχοντας προέσθαι τὸ διάφορον ἄνευ τιμῆς χαριζόμενος.