Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τῶν ἀποθεμένων τὴν χιλιαρχίαν ἀδελφός. αὗται δύο κατὰ τὸν αὐτὸν ἐνιαυτὸν ἀρχαὶ Ῥωμαίων αἱ τὸ μέγιστον ἔχουσαι κράτος ἐγένοντο· πλὴν οὐκ ἐν ἁπάσαις ταῖς Ῥωμαικαῖς χρονογραφίαις ἀμφότεραι φέρονται, ἀλλʼ ἐν αἷς μὲν οἱ χιλίαρχοι μόνον, ἐν αἷς δʼ οἱ ὕπατοι, ἐν οὐ πολλαῖς δʼ ἀμφότεροι, αἷς ἡμεῖς οὐκ ἄνευ λογισμοῦ συγκατατιθέμεθα, πιστεύοντες δὲ ταῖς ἐκ τῶν ἱερῶν τε καὶ ἀποθέτων βίβλων μαρτυρίαις.

ἄλλο μὲν οὖν οὐδὲν ἐπὶ τῆς τούτων ἀρχῆς οὔτε πολεμικὸν οὔτε πολιτικὸν ἔργον ἱστορίας ἄξιον ἐπράχθη, συνθῆκαι δὲ πρὸς τὴν Ἀρδεατῶν πόλιν ἐγένοντο περὶ φιλίας τε καὶ συμμαχίας· ἐπρεσβεύσαντο γὰρ ἀποτιθέμενοι τὰ περὶ τῆς χώρας ἐγκλήματα παρακαλοῦντες φίλοι Ῥωμαίων γενέσθαι καὶ σύμμαχοι. ταύτας τὰς συνθήκας τὸ τῶν ὑπάτων ἀρχεῖον ἐπεκύρωσε.