Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ταῦτʼ εἰπὼν καὶ θεοὺς ἐπομοσάμενος ἦ μὴν τἀληθῆ λέγειν καὶ τοὺς παρακληθέντας ἐκ τῶν βουλευτῶν, ἔφη, πᾶσαν ἀπολύσεσθαι διαβολὴν οὐ λόγοις,
ἀλλʼ ἔργοις. ὅταν γὰρ οἱ βουλόμενοι κατηγορεῖν καὶ ἀπολογεῖσθαι περὶ τοῦ νόμου διεξέλθωσι τὰ δίκαια,
v.4p.206
πρώτους ἐπὶ τὴν ἐρώτησιν τῆς γνώμης καταλέγειν οὐχὶ τοὺς πρεσβυτάτους καὶ τιμιωτάτους τῶν βουλευτῶν, οἷς ἐκ τῶν πατρίων ἐθισμῶν καὶ τοῦτʼ ἀποδεδόσθαι τὸ γέρας, οὐδὲ τοὺς διʼ ὑποψίας ὄντας παρὰ τοῖς δημοτικοῖς, ὡς οὐδὲν ὑπὲρ αὐτῶν χρηστὸν οὔτε λέγοντας οὔτε φρονοῦντας, ἀλλʼ ἐκ τῶν νεωτέρων τοὺς δοκοῦντας εἶναι φιλοδημοτάτους. ὑποσχόμενος δὲ ταῦτα καὶ δοὺς ἐξουσίαν τοῖς βουλομένοις λέγειν, ἐπειδὴ οὔτε κατηγορήσων οὔτʼ ἀπολογησόμενος οὐδεὶς ὑπὲρ τοῦ νόμου παρῄει, παρελθὼν αὖθις ἐρωτᾷ πρῶτον Οὐαλέριον, τί τῷ κοινῷ συμφέρει, καὶ τί προβουλεῦσαι τοῖς συνέδροις παραινεῖ.