Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ταύτῃ προσθεμένων τῇ γνώμῃ καὶ τῶν ἄλλων τῶν παρακληθέντων εἰς τὸ συνέδριον παραλαβὼν τὸν λόγον ὁ Κλαύδιος· οὐκ ἀγνοῶ μέν, ἔφησεν, ἡλίκων κρηπὶς καταβληθήσεται συμφορῶν ἅπασιν ἡμῖν, ἐὰν ἐπιτρέψωμεν τῷ δήμῳ περὶ τοῦ νόμου ψῆφον λαβεῖν· οὐκ ἔχων δʼ ὅ τι χρὴ ποιεῖν οὐδὲ δυνάμενος
δίκαιον γὰρ ἀποφαίνεσθαι μὲν ἕκαστον ἃ δοκεῖ τῷ κοινῷ συνοίσειν, πείθεσθαι δὲ τοῖς ὑπὸ τῶν πλειόνων κριθεῖσιν. ἐκεῖνο μέντοι παραινεῖν ὑμῖν ὡς ἐν χαλεποῖς καὶ ἀβουλήτοις πράγμασιν ἔχω, τῆς μὲν ὑπατείας μήτε νῦν μήθʼ ὕστερον παραχωρεῖν μηδενὶ πλὴν τῶν πατρικίων, οἷς μόνοις ὅσιόν τε καὶ
θεμιτόν ἐστι τυγχάνειν· ὅταν δʼ εἰς ἀνάγκην κατακλεισθῆτε ὥσπερ νῦν μεταδιδόναι καὶ τοῖς ἄλλοις πολίταις τῆς μεγίστης ἐξουσίας τε καὶ ἀρχῆς, χιλιάρχους τε ἀντὶ τῶν ὑπάτων ἀποδείκνυτε, ἀριθμὸν αὐτῶν ὁρίσαντες ὅσον δή τινα — ἐμοὶ μὲν γὰρ ὀκτὼ ἢ ἓξ ἀποχρῆς δοκεῖ — ἔν τε τούτοις τοῖς ἀνδράσι μὴ ἐλάττονες ἀριθμὸν ἔστωσαν οἱ πατρίκιοι τῶν δημοτικῶν. ταῦτα γὰρ ποιοῦντες οὔτε τὴν τῶν ὑπάτων ἀρχὴν εἰς ταπεινοὺς καὶ ἀναξίους καταβαλεῖτε οὔτε δυναστείας ἀδίκους ἑαυτοῖς κατασκευάζεσθαι δόξετε μηδεμιᾶς ἀρχῆς μεταδιδόντες τοῖς δημοτικοῖς.