Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ταῦτα ἡ βουλὴ μαθοῦσα ψηφίζεται στρατιὰν καταγράφειν
πολλὰ δὲ τῆς βουλῆς ἀξιούσης ἐν μὲν τῷ παρόντι χρόνῳ τὴν φιλονεικίαν καταβαλεῖν, ὅταν δὲ τέλος οἱ πόλεμοι λάβωσι, τότε προτιθέναι τὸν περὶ τῶν ἀρχαιρεσιῶν νόμον, οἵδε τοσούτου ἐδέησαν εἶξαι τοῖς καιροῖς, ὥστε καὶ περὶ τῶν ἄλλων ἐναντιώσεσθαι τοῖς δόγμασι τῆς βουλῆς ἔλεγον, καὶ οὐδὲν ἐάσειν δόγμα περὶ οὐδενὸς κυρωθῆναι πράγματος, ἐὰν μὴ τὸν ὑπʼ
αὐτῶν εἰσφερόμενον προβουλεύσῃ νόμον. καὶ οὐ μόνον ἐν τῷ συνεδρίῳ πρὸς τοὺς ὑπάτους ταῦτʼ ἀπειλῆσαι προήχθησαν, ἀλλὰ καὶ ἐπὶ τῆς ἐκκλησίας, ὅρκους, οἵπερ εἰσὶ μέγιστοι παρʼ αὐτοῖς, κατὰ τῆς ἑαυτῶν πίστεως διομοσάμενοι, ἵνα μηδέ τι τῶν ἐγνωσμένων αὐτοῖς πεισθεῖσιν ἐξῇ καταλύειν.
πρὸς δὴ τὰς ἀπειλὰς ταύτας ἐσκόπουν, ὅ τι χρὴ ποιεῖν, οἱ πρεσβύτατοί τε καὶ κορυφαιότατοι τῶν προεστηκότων τῆς ἀριστοκρατίας, συναχθέντες
ἑαυτούς. Γάϊος μὲν οὖν Κλαύδιος ἥκιστα δημοτικὸς ὢν καὶ ταύτην διαδεδεγμένος ἐκ προγόνων τὴν αἵρεσιν τῆς πολιτείας αὐθαδεστέραν γνώμην εἰσέφερε, μήτε ὑπατείας μήτʼ ἄλλης ἀρχῆς τῷ δήμῳ παραχωρεῖν μηδεμιᾶς· τοὺς δὲ τἀναντία πράττειν ἐπιχειροῦντας ὅπλοις κωλύειν, ἐὰν μὴ πείθωνται τοῖς λόγοις, φειδὼ μηδεμίαν ποιουμένους μήτʼ ἰδιώτου μήτʼ ἄρχοντος. ἅπαντας γὰρ τοὺς ἐπιχειροῦντας τὰ πάτρια κινεῖν ἔθη καὶ τὸν κόσμον τοῦ πολιτεύματος τὸν ἀρχαῖον διαφθείρειν ἀλλοτρίους καὶ πολεμίους εἶναι τῆς πόλεως.
Τίτος δὲ Κοίντιος οὐκ εἴα τῇ βίᾳ κατείργειν τὸ ἀντίπαλον, οὐδὲ διʼ ὅπλων καὶ διʼ αἵματος ἐμφυλίου χωρεῖν πρὸς τὸ δημοτικόν, ἄλλως τε καὶ δημάρχων σφίσιν ἐναντιωσομένων, οὓς ἱεροὺς εἶναι καὶ παναγεῖς ἐψηφίσαντο οἱ πατέρες ἡμῶν θεοὺς καὶ δαίμονας ἐγγυητὰς ποιησάμενοι τῶν ὁμολογιῶν, καὶ τοὺς μεγίστους ὅρκους κατʼ ἐξωλείας αὐτῶν τε καὶ τῶν ἐγγόνων, ἐάν τι παραβαίνωσι τῶν συγκειμένων, κατομοσάμενοι.